Σικελός
Σικελός, Sicilian, of or from Sicily
- Sicel, later Sicilian, of or from Sicily, γυνὴ Σ. Od. 24.211, cf. 389; ἀμφίπολος ib. 366; γαῖα Thgn. 783; πάγος, πόντος, E. Cyc. 95, 703, etc.: rare in Prose, πυροὶ Σ. Thphr. HP 8.4.3; Σ. ἔλαιον a liquid form of asphalt, Dsc. 1.73.
- II Σικελοί, οἱ, Sicels, Od. 20.383, Hdt. 6.22, Th. 6.2, etc.
- ISicilian, of or from Sicily, Lat. Siculus, Od., Eur., etc.
- IIΣικελοί, οἱ, the Siceli, the old inhabitants of Sicily, Od., Hdt.
-
…. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη · τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι. ὣς ἔφασαν μνηστῆρες · ὁ δʼ οὐκ ἐμπάζετο μύθων, ἀλλʼ ἀκέων…
Homer, Odyssey
-
….. .,. . τὸ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον ἐκ τῆς Ἰταλίας τὸ τῶν Σικελῶν ἔθνος πανδημεὶ περαιωθὲν εἰς τὴν Σικελίαν τὴν ὑπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατῴκησαν. ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν…
Diodorus Siculus, Library
-
…καὶ βουκόλον ἠδὲ συβώτην ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν · αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν…
Homer, Odyssey
-
…πάντη, ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον…
Homer, Odyssey
-
…ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος, ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν. οἱ δʼ ὡς οὖν Ὀδυσῆα…
Homer, Odyssey
-
…τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δὲ καὶ Σικελαί τινες ὕστερον Μοῦσαι συνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ…
Plato, Sophist
-
…ἐπιθυμίαι εἰσὶ τυγχάνει ὂν οἷον ἀναπείθεσθαι καὶ μεταπίπτειν ἄνω κάτω, καὶ τοῦτο ἄρα τις μυθολογῶν κομψὸς ἀνήρ, ἴσως Σικελός τις ἢ Ἰταλικός, παράγων τῷ ὀνόματι διὰ τὸ πιθανόν τε καὶ πειστικὸν ὠνόμασε πίθον, τοὺς δὲ ἀνοήτους ἀμυήτους…
Plato, Gorgias
-
…ὠφελεῖσθαι, ἔπεμψαν δὲ καὶ ἐς Τυρσηνίαν, ἔστιν ὧν πόλεων ἐπαγγελλομένων καὶ αὐτῶν ξυμπολεμεῖν. περιήγγελλον δὲ καὶ τοῖς Σικελοῖς καὶ ἐς τὴν Ἔγεσταν πέμψαντες ἐκέλευον ἵππους σφίσιν ὡς πλείστους πέμπειν, καὶ τἆλλα ἐς τὸν περιτειχισμόν, πλινθία καὶ…
Thucydides, The Peloponnesian War
-
…καὶ τοῖς μισθοφόροις ἐδωρήσατο. ἐπεὶ δὲ τὰ κατὰ τὴν τυραννίδα καλῶς ἐδόκει διῳκηκέναι, τὴν δύναμιν ἐξήγαγεν ἐπὶ τοὺς Σικελούς, πάντας μὲν σπεύδων τοὺς αὐτονόμους ὑφʼ ἑαυτὸν ποιήσασθαι, μάλιστα δὲ τούτους διὰ τὸ συμμαχῆσαι πρότερον Καρχηδονίοις. οὗτος…
Diodorus Siculus, Library
-
…ναύαρχον ἀπέστειλε μετὰ τῆς ναυτικῆς δυνάμεως, προστάξας παραπλεῖν ἐπὶ τὸν λόφον τὸν καλούμενον Ταῦρον. τοῦτον δὲ κατειληφότες ἦσαν Σικελοί, συχνοὶ μὲν τὸ πλῆθος ὄντες, οὐδένα δʼ ἔχοντες ἡγεμόνα. τούτοις δὲ τὸ μὲν πρότερον Διονύσιος δεδώκει τὴν…
Diodorus Siculus, Library