ἀρχιερωσύνη
ἀρχιερωσύνη, the high-priesthood
- high-priesthood, Ἀπόλλωνος OGI 244.21 (Daphne, ii B.C.), cf. BGU 362v11 (iii A.D.), etc.; = pontificatus maximus, Plu. Pomp. 67; of the Jewish high-priesthood, LXX 1 Ma. 7.21, J. AJ 15.3.1, al.
1 en época heleníst. sumo sacerdocio
ἀ. τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος
• en época rom. sumo sacerdocio del culto imperial con funciones administrativas IEphesos 3071.11, IStratonikeia 237.2 (Panamara II d.C.), Wilcken Chr.81.5, 24 (II d.C.), Sardis 79a.20 (III d.C.), BGU 362.5.11 (III d.C.).
2 en Roma pontificado máximo
ἀρχιερωσύνην, ἣν ὁ πατὴρ [μ]ου [ἐσχ]ήκει
περὶ τῆς Καίσαρος ἀρχιερωσύνης
3 en el culto judio sumo sacerdocio LXX 1Ma.7.21, 11.27, Ph.2.135, I.BI 1.56, 68, A.Pil.B proem.(p.287), Const.App.8.46.3
• fig. ref. a Cristo
ἡ ἀληθὴς τοῦ σωτῆρος ἡμῶν ἀ.
4 en época crist. alta jerarquía eclesiástica, obispado Chrys.M.60.40, Philost.HE 1.3.
- the high-priesthood, Plut.
-
…ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι. καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ, μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς .…
Flavius Josephus, Antiquities of the Jews
-
…παῖδας εὐθὺς κἀπʼ ἐκείνων τοῖς ἐγγόνοις αὐτῶν διαμεῖναι τὴν τιμὴν ἅπασιν. ὅθεν καὶ πάτριόν ἐστι μηδένα τοῦ θεοῦ τὴν ἀρχιερωσύνην λαμβάνειν ἢ τὸν ἐξ αἵματος τοῦ Ἀαρῶνος, ἑτέρου δὲ γένους οὐδʼ ἂν βασιλεὺς ὢν τύχῃ τεύξεται τῆς ἀρχιερωσύνης .…
Flavius Josephus, Antiquities of the Jews
-
…τοῖς λεγομένοις γράφει μετʼ ὀργῆς τῷ Ἀνάνῳ λήψεσθαι παρʼ αὐτοῦ δίκας ἀπειλῶν. καὶ ὁ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τὴν Ἀρχιερωσύνην ἀφελόμενος αὐτὸν ἄρξαντα μῆνας τρεῖς Ἰησοῦν τὸν τοῦ Δαμναίου κατέστησεν. Ἐπεὶ δʼ ἧκεν ὁ Ἀλβῖνος εἰς τὴν τῶν Ἱεροσολυμιτῶν…
Flavius Josephus, Antiquities of the Jews
-
…τῷ νεωτάτῳ αὐτοῦ ἀδελφῷ Ὀνίᾳ τοὔνομα. Σίμωνι γὰρ οὗτοι τρεῖς ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἡ ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν. ὁ μὲν οὖν Ἰησοῦς Ἰάσονα αὑτὸν μετωνόμασεν, ὁ δὲ Ὀνίας ἐκλήθη Μενέλαος. στασιάσαντος οὖν…
Flavius Josephus, Antiquities of the Jews
-
…προσδεδεγμένος. Καὶ ὁ μὲν εἰς ἕν τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων ἀνεχώρησεν Δαγὼν λεγόμενον. ἀπολαβὼν δὲ τὴν πάτριον ἀρχιερωσύνην Ὑρκανὸς καὶ τὸν θεὸν πρώταις θυσίαις παραστησάμενος ἐπὶ τὸν Πτολεμαῖον ἐξεστράτευσεν, καὶ προσβαλὼν τῷ χωρίῳ τοῖς μὲν ἄλλοις περιῆν…
Flavius Josephus, Antiquities of the Jews
-
…Ἡρώδης ἐκείνην τε ἐξέβαλεν καὶ τὸν υἱὸν αὐτῆς ἐξήλειψε τῶν διαθηκῶν εἰς ὃ βασιλεύσοι μενουσῶν, καὶ τὸν πενθερὸν τὴν ἀρχιερωσύνην ἀφείλετο Σίμωνα τὸν τοῦ Βοηθοῦ, καθίσταται δὲ Ματθίαν τὸν Θεοφίλου Ἱεροσολυμίτην γένος. Ἐν τούτῳ δὲ καὶ Βάθυλλος ἐκ…
Flavius Josephus, Antiquities of the Jews
-
…θᾶττον ἐν δεξιαῖς διελύοντο πάσης ὑποψίας, ὡς ἐδόκουν, ἐξῃρημένης. Ὁ δὲ βασιλεὺς Ἡρώδης εὐθὺς μὲν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην Ἀνάνηλον ὄντα μέν, ὡς καὶ πρότερον εἴπομεν, οὐκ ἐπιχώριον, ἀλλὰ τῶν ὑπὲρ Εὐφράτην ἀπῳκισμένων Ἰουδαίων · οὐ…
Flavius Josephus, Antiquities of the Jews
-
…δὲ τὴν αἰτίαν τοιαύτην συνέβη γενέσθαι · ἀδελφὸς ἦν τῷ Ἰωάννῃ Ἰησοῦς · τούτῳ φίλῳ τυγχάνοντι ὁ Βαγώσης ὑπέσχετο τὴν ἀρχιερωσύνην παρέξειν. ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ἰησοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ἰωάννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστʼ αὐτὸν ἀνελεῖν…
Flavius Josephus, Antiquities of the Jews
-
…ἤρξαντο τὴν τοῦ θεοῦ περὶ αὐτῶν κρίσιν καὶ τὸ λοιπὸν ἐπευφημοῦντες τοῖς δεδογμένοις τῷ θεῷ συνεχώρουν Ἀαρῶνι καλῶς ἔχειν τὴν ἀρχιερωσύνην. καὶ ὁ μὲν τρὶς αὐτὸν τοῦ θεοῦ χειροτονήσαντος βεβαίως εἶχε τὴν τιμήν, ἡ δὲ τῶν Ἑβραίων στάσις πολὺν…
Flavius Josephus, Antiquities of the Jews
-
…ἐλπίδος. καὶ τὰ μὲν τούτοις βασιλεύοντος Ἀρταξέρξου συμβάντα τοῦτον εἶχεν τὸν τρόπον. Ἀποθανόντος δὲ τοῦ ἀρχιερέως Ἐλεασίβου τὴν ἀρχιερωσύνην Ἰώδας ὁ παῖς αὐτοῦ διεδέξατο. τελευτήσαντος δὲ καὶ τούτου τὴν τιμὴν Ἰωάννης υἱὸς ὢν αὐτοῦ παρέλαβεν, διʼ ὃν…
Flavius Josephus, Antiquities of the Jews