Ἰουδαῖος
Ἰουδαῖος, a Jew
- a Jewish man: Ἰουδαία, a Jewish woman; ἡ Ἰουδαία (sc. γῆ) Judaea: —Ἰουδα-ϊκός, ή, όν, Jewish, LXX 2 Ma. 8.11, etc. Adv. -κῶς J. BJ 6.1.3, Ep.Gal. 2.14, Cod.Just. 1.1.7.4:
Strong 2453
Jewish: ἀνήρ, Ac 10:28 22:3; ἄνθρωπος, Ac 21:39; ψευδοπροφήτης, 13:6; ἀσχιερεύς, 19:14; γυνή, 16:1 24:24; γῆ, Jo 3:22; χώρα, Mk 1:5. Substantively,
(a) Ἰουδαῖος, ὁ, a Jew: Jo 4:9, Ac 18:24, Ro 2:28; pl., Re 2:9 3:9; οἱ Ἰ., Mt 2:2, Mk 7:3, Jo 2:6, al.; Ἰ. τε καὶ Ἕλληνες, Ac 14:1, al.; κ. προσήλυτοι, Ac 2:10; ἔθνη τε κ. Ἰ., Ac 14:5; οἱ κατὰ τὰ ἔθνη Ἰ., Ac 21:21; of Jewish Christians, Ga 2:13; of the ruling
(b) Ἰουδαία, -ας, ἡ (sc. γῆ, χώρα, cf. Jo 3:22, Mk 1:5), (Heb.
- a Jew: Ἰουδαία, a Jewish woman; ἡ Ἰουδαία (sub. γῆ) , Judaea.
-
…πολεμίους · ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου τὴν αὐτῶν πόλιν ἐνέπλησαν ὀκτακισχιλίους πρὸς τοῖς μυρίοις Ἰουδαίους ἅμα γυναιξὶ καὶ γενεαῖς ἀποσφάξαντες. τὸ δʼ ἐν Αἰγύπτῳ πλῆθος τῶν μετʼ αἰκίας ἀνῃρημένων ἕξ που μυριάδας ὑπερβάλλειν ἐπυνθανόμεθα…
Flavius Josephus, Jewish War
-
…νῦν ἰδίᾳ περὶ ἑκάστων λέγειν · ἴστε γὰρ ὅτι τῶν ἐν Συρίᾳ πόλεων οὐκ ἔστιν ἥτις τοὺς παρʼ αὐτῇ κατοικοῦντας Ἰουδαίους οὐκ ἀνῄρηκεν, ἡμῖν πλέον ἢ Ῥωμαίοις ὄντας πολεμίους · ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου…
Flavius Josephus, Jewish War
-
…οὐκ ἐπεῖχεν, ἀλλὰ πολλάκις Ἀντωνίῳ λόγους προσέφερε τὸν μὲν Ἡρώδην ἀνελεῖν ἀξιοῦσα, χαρίσασθαι δʼ αὐτῇ τὴν βασιλείαν τῶν Ἰουδαίων δεομένη. καὶ μᾶλλον ἄν τις ἐθαύμασεν, ὅτι μηδέπω τοῖς προστάγμασιν Ἀντώνιος ὑπακηκόει κακῶς ὑπὸ τοῦ πρὸς αὐτὴν ἔρωτος…
Flavius Josephus, Jewish War
-
…φέρειν εὐκαρδίως αὐτὸν θεοῦ γνώμῃ καὶ κατʼ ἀνάγκας τελευτήσαντας · πάλαι γάρ, ὡς ἔοικε, κατὰ τοῦ κοινοῦ παντὸς Ἰουδαίων γένους ταύτην ἔθετο τὴν ψῆφον ὁ θεός, ὥσθʼ ἡμᾶς τοῦ ζῆν ἀπηλλάχθαι μὴ μέλλοντας αὐτῷ χρῆσθαι κατὰ τρόπον .…
Flavius Josephus, Jewish War
-
…καὶ παρὰ τῶν πολεμίων χείρω, τῆς τοῦ θεοῦ γνώμης στοχάζεσθαι καὶ γινώσκειν, ὅτι τὸ πάλαι φίλον αὐτῷ φῦλον Ἰουδαίων κατέγνωστο · μένων γὰρ εὐμενὴς ἢ μετρίως γοῦν ἀπηχθημένος, οὐκ ἂν τοσούτων μὲν ἀνθρώπων περιεῖδεν ὄλεθρον, προήκατο δὲ…
Flavius Josephus, Jewish War
-
…ταῦτα συμβέβηκεν, ἀλλὰ κρείττων αἰτία γενομένη τὸ δοκεῖν ἐκείνοις νικᾶν παρέσχηκε. ποίοις γὰρ ὅπλοις Ῥωμαίων τεθνήκασιν οἱ Καισάρειαν Ἰουδαῖοι κατοικοῦντες ; ἀλλʼ οὐδὲ μελλήσαντας αὐτοὺς ἐκείνων ἀφίστασθαι, μεταξὺ δὲ τὴν ἑβδόμην ἑορτάζοντας τὸ πλῆθος τῶν Καισαρέων ἐπιδραμὸν μηδὲ…
Flavius Josephus, Jewish War
-
…ἀφθονίαν τῶν ἐπιτηδείων δύσκολον · οὐ γὰρ ἡ τροφὴ μόνον πόρρωθεν ἐκομίζετο καὶ σὺν μεγάλῃ ταλαιπωρίᾳ τῶν ἐπὶ τοῦτο τεταγμένων Ἰουδαίων, ἀλλὰ καὶ τὸ ποτὸν ἦν ἀγώγιμον εἰς τὸ στρατόπεδον τοῦ τόπου μηδεμίαν ἐγγὺς πηγὴν ἀναδιδόντος. ταῦτʼ οὖν προοικονομησάμενος…
Flavius Josephus, Jewish War
-
…ὄλεθρον, προήκατο δὲ τὴν ἱερωτάτην αὐτοῦ πόλιν πυρὶ καὶ κατασκαφαῖς πολεμίων. ἡμεῖς δʼ ἄρα καὶ μόνοι τοῦ παντὸς Ἰουδαίων γένους ἠλπίσαμεν περιέσεσθαι τὴν ἐλευθερίαν φυλάξαντες, ὥσπερ ἀναμάρτητοι πρὸς τὸν θεὸν γενόμενοι καὶ μηδεμιᾶς μετασχόντες, οἳ καὶ τοὺς…
Flavius Josephus, Jewish War
-
…ὅτι περὶ τοῦ μὴ χαρίσασθαι προσεδόκησεν. διὰ τοιούτους μὲν φόβους Ἡρώδης Μασάδαν κατεσκευασμένος ἔμελλεν Ῥωμαίοις ἀπολείψειν ἔργον τοῦ πρὸς Ἰουδαίους πολέμου τελευταῖον. Ἐπεὶ γὰρ ἔξωθεν ἤδη περιτετειχίκει πάντα τὸν τόπον ὁ τῶν Ῥωμαίων, ὡς προείπαμεν, ἡγεμών ,…
Flavius Josephus, Jewish War
-
…γὰρ αὑτῷ τὸν Ἡρώδην τοῦτο τὸ φρούριον εἰς ὑποφυγὴν ἑτοιμάζειν διπλοῦν ὑφορώμενον κίνδυνον, τὸν μὲν παρὰ τοῦ πλήθους τῶν Ἰουδαίων, μὴ καταλύσαντες ἐκεῖνον τοὺς πρὸ αὐτοῦ βασιλέας ἐπὶ τὴν ἀρχὴν καταγάγωσι, τὸν μείζω δὲ καὶ χαλεπώτερον ἐκ τῆς…
Flavius Josephus, Jewish War