Λευκανοί
-
…Κρᾶθις τοὺς ἀνθρώπους ξανθοτριχεῖν καὶ λευκοτριχεῖν ποιεῖ λουομένους καὶ ἄλλα πολλὰ πάθη ἰᾶται. Θούριοι δʼ εὐτυχήσαντες πολὺν χρόνον ὑπὸ Λευκανῶν ἠνδραποδίσθησαν, Ταραντίνων δʼ ἀφελομένων ἐκείνους ἐπὶ Ῥωμαίους κατέφυγον. οἱ δὲ πέμψαντες συνοίκους ὀλιγανδροῦσι μετωνόμασαν Κωπιὰς τὴν πόλιν .…
Strabo, Geography
-
…τόπους, ἔχει δὲ τῶν τε βαρβάρων ἐθνῶν τὰ πολυανθρωπότατα καὶ τῶν Ἑλληνίδων πόλεων τὰς ἐπιφανεστάτας. Βρέττιοι γὰρ καὶ Λευκανοὶ καί τινα μέρη τῶν Δαυνίων, ἔτι δὲ Καλαβροὶ καὶ πλείους ἕτεροι τοῦτο τὸ κλῖμα νέμονται τῆς Ἰταλίας · ὁμοίως…
Polybius, Histories
-
…δὲ Λυκτίοις ἐκ τῆς πατρίδος ἐκπεπτωκόσι παράδοξος καὶ σύντομος ἐφάνη βοήθεια. περὶ γὰρ τοὺς αὐτοὺς χρόνους Ταραντίνων διαπολεμούντων πρὸς Λευκανοὺς καὶ πρὸς Λακεδαιμονίους, ὄντας προγόνους ἑαυτῶν, πεμψάντων πρέσβεις περὶ βοηθείας οἱ μὲν Σπαρτιᾶται διὰ τὴν συγγένειαν προθύμως ἔχοντες…
Diodorus Siculus, Library
-
…τοῖσδε Κλοέντιος ἀγωνιζόμενος ἔπεσε. Σύλλας δʼ ἐς ἔθνος ἕτερον, Ἱρπίνους, μετεστρατοπέδευε καὶ προσέβαλεν Αἰκουλάνῳ. οἱ δὲ Λευκανοὺς προσδοκῶντες αὐτῆς ἡμέρας σφίσιν ἐπὶ συμμαχίαν ἀφίξεσθαι, τὸν Σύλλαν καιρὸν ἐς σκέψιν ᾔτουν. ὁ δʼ αἰσθανόμενος τοῦ τεχνάσματος…
Appian, The Civil Wars
-
…καὶ τῆς χειμερινῆς ὥρας ἐνισταμένης οὗτος μὲν πρὸς Λευκανοὺς συμμαχίαν ποιησάμενος ἀπήγαγε τὰς δυνάμεις εἰς Συρακούσας. μετὰ δὲ ταῦτα Λευκανῶν τὴν Θουρίαν καταδραμόντων οἱ Θούριοι παρήγγειλαν τοῖς συμμάχοις κατὰ τάχος ἀπαντᾶν μετὰ τῶν ὅπλων · αἱ γὰρ κατὰ τὴν Ἰταλίαν…
Diodorus Siculus, Library
-
…μέγα φρονοῦμεν ἐπὶ τῷ βέλτιον γεγονέναι τῶν ἄλλων, ῥᾴδιον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοὶ καὶ Λευκανοὶ τῆς δυσγενείας · πλείστους δὲ τιθέμενοι νόμους οὕτως ὀλίγον αὐτῶν φροντίζομεν, ἓν γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων…
Isocrates, Speeches
-
…στασιάσασι μετέδοξεν ἐπʼ ἴσης ἄρχειν, αὐτοί τε πιστῶς ἔχοντες διέμειναν ἐς ἀλλήλους καὶ ὕστερον Ἀλεξάνδρου τοῦ Νεοπτολέμου τελευτήσαντος ἐν Λευκανοῖς, Ὀλυμπιάδος δὲ διὰ τὸν Ἀντιπάτρου φόβον ἐπανελθούσης ἐς Ἤπειρον, Αἰακίδης ὁ Ἀρύββου τά τε ἄλλα διετέλει κατήκοος ὢν…
Pausanias, Description of Greece
-
…Θουρίων Ἡράκλεια, δέει μᾶλλον ἢ γνώμῃ. καὶ πάλιν ἦν ἐπικυδέστερα τὰ Ἀννίβου. τοῦ δʼ ἑξῆς ἔτους καὶ Λευκανῶν τινες ἀπέστησαν ἀπὸ Ῥωμαίων · οἷς Σεμπρώνιος Γράκχος ἀνθύπατος ἐπελθὼν ἐπολέμει. Λευκανὸς δέ τις ἐκ τῶν ἔτι Ῥωμαίοις ἐμμενόντων…
Appian, The Hannibalic War
-
…, συμφερόντως αὑτῷ, οὐ λυσιτελῶς δὲ Διονυσίῳ συντεθεικὼς τὸν πόλεμον. ἤλπιζε γὰρ ὁ Διονύσιος τῶν Ἰταλιωτῶν πολεμούντων πρὸς Λευκανοὺς ἐπελθὼν ῥᾳδίως ἂν κρατῆσαι τῶν κατʼ Ἰταλίαν πραγμάτων, ἀπολελυμένων δὲ τηλικούτου πολέμου δυσχερῶς ἂν περιγενέσθαι. διόπερ τοῦτον μὲν…
Diodorus Siculus, Library
-
…καὶ ἐν μέρει κατοικίαι. ἐροῦμεν δὲ κοινῶς ἃ παρειλήφαμεν, οὐδὲν παρὰ τοῦτο ποιούμενοι τοὺς τὴν μεσόγαιαν οἰκοῦντας, Λευκανούς τε καὶ τοὺς προσεχεῖς αὐτοῖς Σαυνίτας. Πετηλία μὲν οὖν μητρόπολις νομίζεται τῶν Λευκανῶν καὶ συνοικεῖται μέχρι νῦν ἱκανῶς .…
Strabo, Geography