αὖθʼ
αὖθι, on the spot, here, there
αὖτε, again
Other forms of αὖθι: αὖθʼ, αὖθι
Other forms of αὖτε: αὖθʼ, αὖτʼ, αὖτε, αὖτέ, δαὖτὲ, δηὖτε
αὖθι
-
…αὐτὰρ ὅ γʼ αὐτὸς ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνεύς. ἣ δʼ ὀχέων ἐπέβη…
NA, Homeric Hymns
-
…ἐπετράπομέν γε μάλιστα. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος · πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις ; αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω ;…
Homer, Iliad
-
…τὸ δὲ καὶ τετελεσμένον ἔσται · ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο…
Homer, Iliad
-
…τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. κεῖνος τὼς ἀγόρευε · τὰ δὴ νῦν πάντα τελεῖται. ἀλλʼ ἄγε…
Homer, Iliad
-
…Χίμαιραν θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον · ἀλλά οἱ αὖθι λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι · τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος…
Homer, Iliad
αὖτε
-
…ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης · ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον · ἦ τέ τοι ἄγχι ἦλθε κακόν · νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας…
Homer, Iliad
-
…γάρ, Παλλὰς Ἀθηναίη · σὲ δʼ ὀδυρομένην ἐλεαίρει · ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια · εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς, εἰ δʼ ἄγε μοι καὶ κεῖνον…
Homer, Odyssey
-
…. ἀλλὰ μάλα Τρῶες δειδήμονες · ἦ τέ κεν ἤδη λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής · Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν · αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν…
Homer, Iliad
-
…κεραΐζων ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή · ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε. τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην, ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο…
Homer, Iliad
-
…υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα. ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν · ἣ δʼ αὖτʼ Οὔλυμπόνδε θεὰ Θέτις ἀργυρόπεζα ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι. τὴν μὲν ἄρʼ Οὔλυμπόνδε πόδες φέρον · αὐτὰρ…
Homer, Iliad