Φωκίς
Φωκίς, Phocis
- (sc. γῆ) , Phocis, on the Corinthian gulf, W. of Boeotia, Xen.; as adj., Phocian, Trag.
-
…τῷδʼ ἐφʼ ἑρκείους πύλας Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων. ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα, γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω. καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς · μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν…
Aeschylus, Libation Bearers
-
…σχόντι γυναῖκα προσήκει ὁ Τήρης οὗτος οὐδέν, οὐδὲ τῆς αὐτῆς Θρᾴκης ἐγένοντο, ἀλλʼ ὁ μὲν ἐν Δαυλίᾳ τῆς Φωκίδος νῦν καλουμένης γῆς ὁ Τηρεὺς ᾤκει, τότε ὑπὸ Θρᾳκῶν οἰκουμένης, καὶ τὸ ἔργον τὸ περὶ τὸν Ἴτυν αἱ…
Thucydides, The Peloponnesian War
-
…. ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει. καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος ; Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει. καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν…
Sophocles, Oedipus Tyrannus
-
…φυγάδες ξυνέπρασσον τὰ μάλιστα καὶ ἄνδρας ἐμισθοῦντο ἐκ Πελοποννήσου ἔστι δὲ ἡ Χαιρώνεια ἔσχατον τῆς Βοιωτίας πρὸς τῇ Φανοτίδι τῆς Φωκίδος, καὶ Φωκέων μετεῖχόν τινες. τοὺς δὲ Ἀθηναίους ἔδει Δήλιον καταλαβεῖν τὸ ἐν τῇ Ταναγραίᾳ πρὸς Εὔβοιαν τετραμμένον Ἀπόλλωνος…
Thucydides, The Peloponnesian War
-
…Παραποταμίους ἢ τὴν Παραποταμίαν λέγεται γὰρ ἀμφοτέρως περιμάχητα ὑπῆρξεν ἐν τῷ Φωκικῷ πολέμῳ, μίαν ἐχόντων ταύτην ἐμβολὴν εἰς τὴν Φωκίδα · ἔστι δὲ Κηφισσὸς ὅ τε Φωκικὸς καὶ ὁ Ἀθήνησι καὶ ὁ ἐν Σαλαμῖνι, τέταρτος δὲ καὶ πέμπτος ὁ…
Strabo, Geography
-
…ᾔει διὰ τῆς Βοιωτίας καὶ ὅδε. ὡς δʼ ἐπλησίασαν ἀλλήλοις, οἱ μὲν ἐκ Θερμοπυλῶν ἄρτι μετεχώρουν ἐς τὴν Φωκίδα, Θρᾷκές τε ὄντες καὶ ἀπὸ τοῦ Πόντου καὶ Σκύθαι καὶ Καππαδόκαι Βιθυνοί τε καὶ Γαλάται καὶ Φρύγες, καὶ…
Appian, The Mithridatic Wars
-
…μὲν δὴ ἐφαίνετο ἡμῖν ἔχειν αἰτίαν, φόβῳ τῶν Βοιωτῶν κατὰ γὰρ τοῦτό ἐστιν ἐκ τῆς Βοιωτίας ἡ ἐς τὴν Φωκίδα ἐσβολὴ ῥᾴστη ἐνταῦθα οἰκεῖν τὸν βασιλέα ἅτε φρουρίῳ τῷ Πανοπεῖ χρώμενον · τὸ ἕτερον δὲ οὐκ ἐδυνήθην συμβαλέσθαι πρότερον ,…
Pausanias, Description of Greece
-
…Χαιρώνειαν εἷλε καὶ τῶν Θηβαίων ἐπιβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως. ἔπειθʼ οἱ μὲν Βοιωτοὶ πολλῇ δυνάμει στρατεύσαντες εἰς τὴν Φωκίδα τὴν πλείστην αὐτῆς ἐπόρθησαν καὶ τὰς κατὰ τὴν χώραν κτήσεις ἐδῄωσαν · ἔνια δὲ καὶ τῶν μικρῶν πολισμάτων ἑλόντες καὶ…
Diodorus Siculus, Library
-
…ἐνὶ κώμῃ, Ἄσκρῃ χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ. ὁ δὲ Ἑλικὼν συνεχής ἐστι τῇ Φωκίδι ἐκ τῶν πρὸς ἄρκτον αὐτοῦ μερῶν · μικρὰ δὲ καὶ ἐκ τῶν πρὸς ἑσπέραν κατὰ τὸν ὕστατον λιμένα τῆς Φωκίδος…
Strabo, Geography
-
…συγγράψαντες, οἷς ἀκολουθοῦμεν ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν. μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν ἡ Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν. ὁ γὰρ Δαφνοῦς ἦν τότε…
Strabo, Geography