Φωκεύς
Φωκεύς, a Phocian
- Phocian, Ep. gen. pl. Φωκήων Il. 2.517, al.; nom. pl. Φωκέες Hdt. 1.146, Φωκῆς S. El. 1107, 1442, Th. 2.9; gen. Φωκέων A. Pers. 485, etc.
- II Φωκίς (sc. γῆ), ίδος, ἡ, Phocis, X. HG 3.5.4, etc.; as Adj., Phocian, γῆ, χθών, S. OT 733, E. IA 261 (lyr.); ὁδός Id. Ph. 38; γλῶσσα A. Ch. 564.
- III Adj. Φωκικός, ή, όν, Phocian, πόλεμος D. 2.7, etc.
- a Phocian, Il. (in Epic gen. pl. Φωκήων) , nom. pl. Φωκέες Hdt., Φωκεῖς Thuc., Φωκῆς Soph., gen. Φωκέων Aesch.
-
…ὑπʼ ἀνδράσι χειροτέροισιν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν · Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε Φυλεΐδεω ἕταρον, μεγαθύμων…
Homer, Iliad
-
…Αἰγίσθῳ θʼ ὁμοῦ. ἐδεξάμην τὸ ῥηθέν · εἰδέναι δέ σου πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν. Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. τὸ ποῖον, ὦ ξένʼ ; εἰπέ · παρὰ φίλου γὰρ ὢν ἀνδρός, σάφʼ…
Sophocles, Electra
-
…μοῖρα, τοῖσι Ἰωνίης μέτα οὐδὲ τοῦ οὐνόματος οὐδέν, Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι, ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται · οἱ δὲ αὐτῶν ἀπὸ…
Herodotus, The Histories
-
…τε καὶ χρόνῳ μακρῷ γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον. λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων · ὁ γὰρ μέγιστος αὐτοῖς τυγχάνει δορυξένων. ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα τέθνηκʼ Ὀρέστης ἐξ…
Sophocles, Electra
-
…καὶ τοῦ ἐν Λιβύῃ, διαπέμψας ἄλλους ἄλλῃ, τοὺς μὲν ἐς Δελφοὺς ἰέναι, τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων, τοὺς δὲ ἐς Δωδώνην · οἱ δέ τινες ἐπέμποντο παρά τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον, οἱ δὲ τῆς…
Herodotus, The Histories
-
…κοινόπουν παρουσίαν ; ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες, οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν φήμης φέροντες ἐμφανῆ τεκμήρια ; οὐκ οἶδα…
Sophocles, Electra
-
…εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον, ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων · στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα, ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ…
Aeschylus, Libation Bearers
-
…ἀκόντισε δουρὶ φαεινῷ · ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν · ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων, τὸν βάλʼ ὑπὸ κληῗδα μέσην · διὰ…
Homer, Iliad
-
…ἱστάντα, τοῦτον εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς ; πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἀφʼ ἧς ἡμέρας ἀνεῖλε Φωκέας, ἀπὸ ταύτης ἔγωγʼ αὐτὸν πολεμεῖν ὁρίζομαι. ὑμᾶς δʼ, ἐὰν ἀμύνησθʼ ἤδη, σωφρονήσειν φημί, ἐὰν δʼ…
Demosthenes, Speeches
-
…ναυτικὸν παρείχοντο Κορίνθιοι, Μεγαρῆς, Σικυώνιοι, Πελληνῆς, Ἠλεῖοι, Ἀμπρακιῶται, Λευκάδιοι, ἱππέας δὲ Βοιωτοί, Φωκῆς, Λοκροί · αἱ δʼ ἄλλαι πόλεις πεζὸν παρεῖχον. αὕτη μὲν Λακεδαιμονίων ξυμμαχία · Ἀθηναίων δὲ Χῖοι, Λέσβιοι…
Thucydides, The Peloponnesian War