Χαναναῖος
Χαναναῖος, a Canaanite
- Canaanite, LXX Ge. 12.6. al.:—as Appellat., merchant (of Tyre or Sidon), Id. Pr. 31.24.
Strong 5478
Canaanite: γυνή, Mt 15:22.†
- a Canaanite or (more correctly) Chanaanite, NTest.
-
…τοῖς ἐγγόνοις γείτονας ἐπὶ ἔτη τετρακόσια γενησομένους κατὰ τὴν Αἴγυπτον · ἐν οἷς κακοπαθήσαντας περιέσεσθαι τῶν ἐχθρῶν καὶ κρατήσαντας πολέμῳ Χαναναίων ἕξειν αὐτῶν τὴν γῆν καὶ τὰς πόλεις. Ἅβραμος δὲ κατῴκει μὲν περὶ τὴν Ὠγύγην καλουμένην δρῦν, ἔστι δὲ…
Flavius Josephus, Antiquities of the Jews
-
…, ἐντολὰς δοὺς ἀποτιμήσασθαι τῆς τε εὐδαίμονος ἰδίᾳ τὸ μέτρον γῆς καὶ τῆς ἧσσον ἀγαθῆς. ἡ γὰρ φύσις τῆς Χαναναίων γῆς τοιαύτη τίς ἐστιν, ὡς ἴδοι τις ἂν πεδία μεγάλα καὶ καρποὺς φέρειν ἱκανώτατα καὶ συγκρινόμενα μὲν ἑτέρᾳ γῇ…
Flavius Josephus, Antiquities of the Jews
-
…διὰ τὴν συγγένειαν αὐτῷ μὲν οὐ κατηράσατο, τοῖς δʼ ἐγγόνοις αὐτοῦ · καὶ τῶν ἄλλων διαπεφευγότων τὴν ἀρὰν τοὺς Χαναναίου παῖδας μέτεισιν ὁ θεός. καὶ περὶ μὲν τούτων ἐν τοῖς ἑξῆς ἐροῦμεν. Σημᾷ δὲ τῷ τρίτῳ τῶν Νώχου…
Flavius Josephus, Antiquities of the Jews
-
…Συνῄεσαν οὖν καὶ προσμιγέντων ὄμβρος ἐπιγίνεται μέγας καὶ ὕδωρ πολὺ καὶ χάλαζα, τόν τε ὑετὸν κατὰ πρόσωπον ἤλαυνε τῶν Χαναναίων ἄνεμος ταῖς ὄψεσιν αὐτῶν ἐπισκοτῶν, ὡς τὰς τοξείας ἀχρήστους αὐτοῖς εἶναι καὶ τὰς σφενδόνας · οἵ τε ὁπλῖται διὰ…
Flavius Josephus, Antiquities of the Jews
-
…αὐτῶν τὴν γῆν καὶ τὰς πόλεις. Ἅβραμος δὲ κατῴκει μὲν περὶ τὴν Ὠγύγην καλουμένην δρῦν, ἔστι δὲ τῆς Χαναναίας τὸ χωρίον οὐ πόρρω τῆς Ἑβρωνίων πόλεως, δυσφορῶν δὲ ἐπὶ γυναικὶ μὴ κυούσῃ ἱκετεύει τὸν θεὸν γονὴν αὐτῷ παιδὸς…
Flavius Josephus, Antiquities of the Jews
-
…τῶν τε μετʼ αὐτὸν τὴν ἡγεμονίαν παραλαβόντων ἀμελῶς προστάντων τοῦ κοινῇ συμφέροντος, παρήγγειλέ τε φυλῇ ἑκάστῃ τοῦ γένους τῶν Χαναναίων μηδὲν ὑπολιπεῖν ἐν τῇ κατακεκληρωμένῃ γῇ · τὴν γὰρ ἀσφάλειαν αὐτοῖς καὶ τὴν φυλακὴν τῶν πατρίων ἐθῶν ἐν μόνῳ τούτῳ…
Flavius Josephus, Antiquities of the Jews
-
…Ἡσαῦς καὶ Ἰάκωβος Ἰσάκου παῖδες ὄντες, διείλοντο τὴν οἴκησιν καὶ Ἡσαῦς μὲν τὴν Ἰδουμαίαν κατέσχεν, Ἰάκωβος δὲ τὴν Χαναναίαν. β. ὡς Ἰώσηπος ὁ νεώτατος τῶν Ἰακώβου παίδων ὀνειράτων αὐτῷ προδεικνύντων τὴν μέλλουσαν εὐδαιμονίαν ὑπὸ τῶν ἀδελφῶν ἐφθονήθη…
Flavius Josephus, Antiquities of the Jews
-
…Ἀμαληκιτῶν ὕβρεως, ἀλλὰ στρατεύσαντας ἐπʼ αὐτοὺς τιμωρίαν ἀπολαβεῖν ὧν ἐπὶ τῆς ἐρήμου τυγχάνοντας ἐποίησαν κακῶς, ἐξελόντας δὲ τὴν Χαναναίων γῆν καὶ πᾶσαν διαφθείραντας τὴν ἐν αὐτῇ πληθὺν καθὰ πρέπει, τὸν βωμόν τε ἀναστῆσαι πρὸς ἥλιον ἀνίσχοντα τετραμμένον οὐ…
Flavius Josephus, Antiquities of the Jews
-
…ἐν τῇ πέμπτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. α. Ὡς Ἰησοῦς ὁ στρατηγὸς τῶν Ἑβραίων πολεμήσας πρὸς Χαναναίους καὶ κρατήσας αὐτῶν τοὺς μὲν διέφθειρε, τὴν δὲ γῆν κατακληρουχήσας διένειμε ταῖς φυλαῖς. β. ὡς ἀποθανόντος τοῦ…
Flavius Josephus, Antiquities of the Jews
-
…. οἱ δὲ καὶ πρὸς τὰ παρὰ τοῦ θεοῦ δυσθύμως εἶχον καὶ πρὸς τὸ πολεμεῖν ἀηδῶς πολλά τε παρὰ τῶν Χαναναίων λαβόντες καὶ πρὸς τοὺς πόνους ἤδη διὰ τὴν τρυφὴν ἐκλελυμένοι. καὶ συνέβαινεν ἤδη τὴν ἀριστοκρατίαν διεφθάρθαι, καὶ τὰς…
Flavius Josephus, Antiquities of the Jews