Ἀλφειός
Ἀλφειός, Alpheus
1 río de Élide y Arcadia y divinidad del mismo Il.2.592, h.Ap.423, Hes.Th.338, Fr.193.9, Simon.14.131, B.5.38, 8.27, Telesill.l.c., E.l.c., Call.Fr.407.47, X.HG 3.2.29
•
Ἀλφειὸν πνέων
respirando el Alfeo, esto es, jadeando como un corredor olímpico
2 lacedemonio, hijo de Orsifanto, Hdt.l.c.
3 mitilenio, poeta de la AP del s. I d.C., Alph.
- (ἱερός).
- A river of west Peloponnesus flowing through the (apparently northern) extremity of Nestor’s realm Il. 2.592;
- father of Orsilochus-3 Il. 5.545: Od. 3.489, Od. 15.187; Il. 11.712, 726, 728.
-
…δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί · ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς…
Homer, Odyssey
-
…Ἠῶ δῖαν ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν…
Homer, Iliad
-
…δὲ ἵετο θυμῷ τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι ἀντόμεναι…
Homer, Iliad
-
…δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος…
Homer, Odyssey
-
…οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ. αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην · ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν παννύχιος · καλὸν δὲ φόως κατέλαμπε Σελήνης. Κυλλήνης δʼ…
NA, Homeric Hymns
-
…ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην, δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ…
Homer, Iliad
-
…Ἑρμῆς · ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον · ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. ἔνθʼ…
NA, Homeric Hymns
-
…πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων ῥηιδίως ἴθυνʼ · ἣ δὲ πρήσσουσα κέλευθον Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους. βῆ δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ παρὰ…
NA, Homeric Hymns
-
…παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος · τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη ἄγγελος…
Homer, Iliad
-
…φυλάσσει. τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν. Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην Νέσσον τε Ῥοδίον…
Hesiod, Theogony