Ἑρμιόνη
Ἑρμιόνη, Hermione
- (ἐρατεινή).
- Only child of Menelaus and Helen Od. 4.14.
- Her marriage to Neoptolemus Od. 4.5.
- A town in the realm of Diomedes (Argos-1 (1)) Il. 2.560.
-
…κρατερὸς Μεγαπένθης ἐκ δούλης · Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον, ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν, Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο…
Homer, Odyssey
-
…ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, οἵ τʼ ἔχον Αἴγιναν Μάσητά…
Homer, Iliad
-
…τὸ δέ ἐστιν ἤδη τοῦ Πρωνός · Πρῶνα γὰρ τὸ ὄρος τοῦτο ὀνομάζουσι. τεῖχος μὲν δὴ περὶ πᾶσαν τὴν Ἑρμιόνα ἕστηκε · τὰ δὲ ἐς συγγραφὴν καὶ ἄλλα παρείχετο καὶ ὧν αὐτὸς ποιήσασθαι μάλιστα ἠξίωσα μνήμην. Ἀφροδίτης ναός ἐστιν…
Pausanias, Description of Greece
-
…ον καὶ τοῖς Τρωικοῖς. ἡ Ἐπίδαυρος δʼ ἐκαλεῖτο Ἐπίταυρος · φησὶ δὲ Ἀριστοτέλης κατασχεῖν αὐτὴν Κᾶρας, ὥσπερ καὶ Ἑρμιόνα, τῶν δὲ Ἡρακλειδῶν κατελθόντων Ἴωνας αὐτοῖς συνοικῆσαι τοὺς ἐκ τῆς Ἀττικῆς τετραπόλεως συνεπομένους εἰς Ἄργος. καὶ αὕτη δʼ…
Strabo, Geography
-
…. σιγᾶτε σιγᾶτʼ · ᾐσθόμην κτύπου τινὸς κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα. ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον ἥδʼ Ἑρμιόνη πάρεστι · παύσωμεν βοήν. στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους. καλὸν τὸ θήραμʼ, ἢν ἁλῷ, γενήσεται .…
Euripides, Orestes
-
…Ἄργει καταλεγομένων ἀφανεῖς νῦν εἰσιν. ὁ μὲν δὴ κατάλογος ἔχει οὕτως οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν Ἑρμιόνην τʼ Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, Τροιζῆνʼ Ἠιόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, οἵ τʼ ἔχον Αἴγιναν…
Strabo, Geography
-
…· ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει, παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο, ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν. βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι Μενέλαον ἥκονθʼ · ὡς…
Euripides, Orestes
-
…δεκάτῃ πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῷ. ἡ δὲ ἐνναέτη Ἑρμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῷ. Ἥρα δὲ αὐτοῖς ἐπιπέμπει χειμῶνα πολύν…
Apollodorus, Library and Epitome
-
…τέ σοι, κόρη. καὶ πέμψομέν γε θυγατέρʼ · εὖ γάρ τοι λέγεις. ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς · ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον μελίκρατʼ…
Euripides, Orestes
-
…χρησμὸν ἐν τείχει καθοσιωθῆναι. καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδῃ μὲν τὴν ἀδελφὴν Ἠλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας Ἑρμιόνην, ἢ κατά τινας Ἠριγόνην, τεκνοῖ Τισαμενόν, καὶ δηχθεὶς ὑπὸ ὄφεως ἐν Ὀρεστείῳ τῆς Ἀρκαδίας θνήσκει. Μενέλαος…
Apollodorus, Library and Epitome