Ἱμεραῖος
Ἱμεραῖος, of Himera, Himeraean
-
…μὲν πρότερος ἦν λόγος Φαίδρου τοῦ Πυθοκλέους, Μυρρινουσίου ἀνδρός · ὃν δὲ μέλλω λέγειν, Στησιχόρου τοῦ Εὐφήμου, Ἱμεραίου. λεκτέος δὲ ὧδε, ὅτι οὐκ ἔστʼ ἔτυμος λόγος ὃς ἂν παρόντος ἐραστοῦ τῷ μὴ ἐρῶντι μᾶλλον φῇ δεῖν…
Plato, Phaedrus
-
…βουλοίμην ἂν χαρίζεσθαί σοι, εἴ μου δυνατὰ δέοιο · νῦν δʼ ἐστὶν ὥσπερ ἂν εἰ δέοιό μου Κρίσωνι τῷ Ἱμεραίῳ δρομεῖ ἀκμάζοντι ἕπεσθαι, ἢ τῶν δολιχοδρόμων τῳ ἢ τῶν ἡμεροδρόμων διαθεῖν τε καὶ ἕπεσθαι, εἴποιμι ἄν σοι ὅτι…
Plato, Protagoras
-
…, καὶ τοὺς ἀδίκως τὰς ἀλλοτρίας πόλεις ἀφῃρημένους ἐξέβαλον ἐκ τῶν πόλεων · τούτων δʼ ἦσαν Γελῷοι καὶ Ἀκραγαντῖνοι καὶ Ἱμεραῖοι. παραπλησίως δὲ τούτοις καὶ Ῥηγῖνοι μετὰ Ζαγκλαίων τοὺς Ἀναξίλου παῖδας δυναστεύοντας ἐκβαλόντες ἠλευθέρωσαν τὰς πατρίδας. μετὰ δὲ ταῦτα…
Diodorus Siculus, Library
-
…τούτων Μενελάῳ γήμασθαι. καὶ ἐπὶ τῷδε Εὐφορίων Χαλκιδεὺς καὶ Πλευρώνιος Ἀλέξανδρος ἔπη ποιήσαντες, πρότερον δὲ ἔτι Στησίχορος ὁ Ἱμεραῖος, κατὰ ταὐτά φασιν Ἀργείοις Θησέως εἶναι θυγατέρα Ἰφιγένειαν. τοῦ δὲ ἱεροῦ τῆς Εἰληθυίας πέραν ἐστὶν Ἑκάτης ναός ,…
Pausanias, Description of Greece
-
…ἐλαττουμένοις κατέλαβε τοὺς Ἱμεραίους ἐν οὐδεμιᾷ τάξει τὸν διωγμὸν ποιουμένους. γενομένης δὲ μάχης καρτερᾶς, τὸ μὲν πλῆθος τῶν Ἱμεραίων πρὸς φυγὴν ὥρμησε, τρισχίλιοι δʼ αὐτῶν ὑποστάντες τὴν τῶν Καρχηδονίων δύναμιν, καὶ πολλὰ δράσαντες, ἅπαντες ἀνῃρέθησαν .…
Diodorus Siculus, Library
-
…στρατιώτας ἀναλαβὼν καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ καταλιπών, ὥρμησεν ἐπʼ οἴκου τὴν πορείαν ποιούμενος. πολλοὶ δὲ τῶν Ἱμεραίων μετὰ τέκνων καὶ γυναικῶν ἐξώρμησαν σὺν τοῖς περὶ τὸν Διοκλῆν, μὴ δυναμένων χωρῆσαι τῶν τριήρων τὸν ὄχλον. οἱ…
Diodorus Siculus, Library
-
…τοῦτον παρεσκευάζετο. μετὰ δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκοντος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παντελῶς ἀπʼ αὐτοῦ. πρὸς μὲν οὖν τὸν πατέρα πορεύεσθαί τε καὶ κατηγορεῖν ἀπεδοκίμαζον, νομίζοντες οὐχ ἕξειν ἴσον…
Diodorus Siculus, Library
-
…Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον, Ὀρεσθεὺς δὲ Ὀρεσθάσιον, Φιγαλίαν δὲ οἰκίζει Φίγαλος. Παλλαντίου μὲν δὴ καὶ Στησίχορος ὁ Ἱμεραῖος ἐν Γηρυονηίδι ἐποιήσατο μνήμην · Φιγαλία δὲ καὶ Ὀρεσθάσιον ἐν χρόνῳ μεταβάλλουσι τὰ ὀνόματα, Ὀρέστειόν τε ἀπὸ Ὀρέστου κληθεῖσα…
Pausanias, Description of Greece
-
…μεθʼ ὧν εἰς Μεσσήνην καταπλεύσας πέντε μὲν ἐναυπήγησε τριήρεις, χιλίους δʼ ἐμισθώσατο στρατιώτας. παραλαβὼν δὲ καὶ τῶν ἐκπεπτωκότων Ἱμεραίων ὡς χιλίους, ἐπεχείρησε μὲν εἰς Συρακούσας κατελθεῖν συναγωνιζομένων αὐτῷ τῶν φίλων, ἀποτυχὼν δὲ τῆς ἐπιβολῆς ὥρμησε διὰ τῆς…
Diodorus Siculus, Library
-
…Οὐατικανὸν καὶ Γάιον Οὐετούριον Κιχώριον, Ἠλεῖοι δὲ ἤγαγον Ὀλυμπιάδα τρίτην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος. ἐπὶ δὲ τούτων Μεγαρεῖς μὲν ἀπέστησαν ἀπὸ Ἀθηναίων, καὶ πρὸς Λακεδαιμονίους διαπρεσβευσάμενοι συμμαχίαν ἐποίησαν · οἱ δὲ Ἀθηναῖοι…
Diodorus Siculus, Library