Αἰθιοπία
Αἰθιοπία, Ethiopia (LSJ Αἰθίοψ)
- Ethiopia, Hdt.
-
…, τελευτῶντές τε αὐτῶν ἀπέστησαν ὑπὸ τοῦ κακοῦ νικώμενοι. ἤρξατο δὲ τὸ μὲν πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν .…
Thucydides, The Peloponnesian War
-
…, ἣν καὶ σῶσαι τὸ ἔθνος ἡμῶν λέγουσιν. παραλαβὼν γὰρ τὴν βασιλείαν ὁ Ἀρταξέρξης καὶ καταστήσας ἀπὸ Ἰνδίας ἄχρι Αἰθιοπίας τῶν σατραπειῶν ἑκατὸν καὶ εἰκοσιεπτὰ οὐσῶν ἄρχοντας, τῷ τρίτῳ τῆς βασιλείας ἔτει τούς τε φίλους καὶ τὰ Περσῶν ἔθνη…
Flavius Josephus, Antiquities of the Jews
-
…οἱ Ἕλληνες ὡς αὐτίκα γενόμενον ἐς τὸν μηρὸν ἐνερράψατο Ζεὺς καὶ ἤνεικε ἐς Νύσαν τὴν ὑπὲρ Αἰγύπτου ἐοῦσαν ἐν τῇ Αἰθιοπίῃ, καὶ Πανός γε πέρι οὐκ ἔχουσι εἰπεῖν ὅκῃ ἐτράπετο γενόμενος. δῆλά μοι γέγονε ὅτι ὕστερον ἐπύθοντο οἱ Ἕλληνες…
Herodotus, The Histories
-
…, καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπʼ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰθιοπίης τε καὶ νότου. ὡς δὲ ἄβυσσοι εἰσι αἱ πηγαί, ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι ·…
Herodotus, The Histories
-
…σώματα τῶν τετελευτηκότων, ὑπελάμβανε καὶ διὰ τούτου τοῦ τρόπου πλημμελήσειν τὸν πάλαι προτετελευτηκότα. ὅτι Καμβύσης μέλλων στρατεύειν ἐπʼ Αἰθιοπίαν ἔπεμψε μέρος τῆς δυνάμεως ἐπʼ Ἀμμωνίους, προστάξας τοῖς ἡγεμόσι τὸ μαντεῖον συλήσαντας ἐμπρῆσαι, τούς τε περιοικοῦντας τὸ ἱερὸν…
Diodorus Siculus, Library
-
…. ἕτερον τοιοῦτον κόλπον καὶ τὴν Αἴγυπτον δοκέω γενέσθαι κοτέ, τὸν μὲν ἐκ τῆς βορηίης θαλάσσης κόλπον ἐσέχοντα ἐπʼ Αἰθιοπίης, τὸν δὲ Ἀράβιον, τὸν ἔρχομαι λέξων, ἐκ τῆς νοτίης φέροντα ἐπὶ Συρίης, σχεδὸν μὲν ἀλλήλοισι συντετραίνοντας…
Herodotus, The Histories
-
…νομίσας παλινδρομήσας ἧκεν εἰς Μέμφιν ἀναλαβών τε τόν τε Ἆπιν καὶ τὰ ἄλλα τὰ ἐκεῖσε μεταπεμφθέντα ἱερὰ ζῷα εὐθὺς εἰς Αἰθιοπίαν σὺν ἅπαντι τῷ στόλῳ καὶ πλήθει τῶν Αἰγυπτίων ἀνήχθη · χάριτι γὰρ ἦν αὐτῷ ὑποχείριος ὁ τῶν Αἰθιόπων βασιλεύς .…
Flavius Josephus, Against Apion
-
…αὑτὸν προσηγόρευσε. τρισκαιδεκάτῳ δέ φησιν ἔτει τὸν Ἀμένωφιν, τοσοῦτον γὰρ αὐτῷ χρόνον εἶναι τῆς ἐκπτώσεως πεπρωμένον, ἐξ Αἰθιοπίας ἐπελθόντα μετὰ πολλῆς στρατιᾶς καὶ συμβαλόντα τοῖς ποιμέσι καὶ τοῖς μιαροῖς νικῆσαί τε τῇ μάχῃ καὶ κτεῖναι πολλοὺς ἐπιδιώξαντα μέχρι…
Flavius Josephus, Against Apion
-
…Νεῖλον πρὸς τὰς Σύριγγας καλουμένας, εἶδον ἔτι καθήμενον ἄγαλμα ἠχοῦν Μέμνονα ὀνομάζουσιν οἱ πολλοί, τοῦτον γάρ φασιν ἐξ Αἰθιοπίας ὁρμηθῆναι ἐς Αἴγυπτον καὶ τὴν ἄχρι Σούσων · ἀλλὰ γὰρ οὐ Μέμνονα οἱ Θηβαῖοι λέγουσι, Φαμένωφα δὲ εἶναι τῶν…
Pausanias, Description of Greece
-
…τοῦ Νείλου · καὶ δὴ καὶ αὐτὸν ἔχει τὸν Νεῖλον λόγος Εὐφράτην ὄντα ἐς ἕλος ἀφανίζεσθαι καὶ αὖθις ἀνιόντα ὑπὲρ Αἰθιοπίας Νεῖλον γίνεσθαι. Ἀσωποῦ μὲν πέρι τοιαῦτα ἤκουσα, ἐκ δὲ τοῦ Ἀκροκορίνθου τραπεῖσι τὴν ὀρεινὴν πύλη τέ ἐστιν ἡ…
Pausanias, Description of Greece