Δαυίδης
Δαυίδης, David
1 dávida, descendiente del rey David dicho de Salomón y Natán, Gr.Naz.M.37.481A.
2 v.
-
…τῷ πόλει βαρὺς αὐτῷ καὶ φορτικὸς εἶναι. δίδωσι δὲ Ἀγχοῦς αὐτῷ κώμην τινὰ Σέκελλαν καλουμένην, ἣν βασιλεύσας ὁ Δαυίδης ἀγαπῶν ἴδιον κτῆμα ἐτίμησεν εἶναι καὶ οἱ παῖδες αὐτοῦ. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις δηλώσομεν · ὁ δὲ…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. μετάπεμψαι τοιγαροῦν αὐτόν, ἔφησεν, ἵνα δῷ δίκην. ὑποτυχόντος δʼ Ἰωνάθου…
Flavius Josephus, Antiquities of the Jews
-
…τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπʼ αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον, μὴ μεταγνοὺς ὁ παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…χορηγεῖν ὅσα θεῷ δύναμις ἀνθρώποις ὑπὸ σοῦ τετιμημένοις, καὶ τὸν οἶκον τὸν ἡμέτερον αὔξειν εἰς πᾶν, ὡς καθωμολόγησας Δαυίδῃ τῷ πατρί μου καὶ ζῶντι καὶ παρὰ τὴν τελευτήν, ὅτι παρʼ ἡμῖν ἡ βασιλεία μενεῖ καὶ τὸ ἐκείνου γένος…
Flavius Josephus, Antiquities of the Jews
-
…, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων · ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά…
Flavius Josephus, Antiquities of the Jews
-
…δὲ ταῖς συμφοραῖς παρεδόθησαν, ὡς ἀμήχανον αὐτοῖς εἶναι τὴν ἐξ αὐτῶν πεῖραν διαφυγεῖν. Οἱ μὲν οὖν ἐκ τοῦ Δαυίδου γένους βασιλεύσαντες οὕτως κατέστρεψαν τὸν βίον, εἴκοσι μὲν καὶ εἷς γενόμενοι μέχρι τοῦ τελευταίου βασιλέως, ἔτη δὲ πάντες…
Flavius Josephus, Antiquities of the Jews
-
…τοῦ ὕπνου τοῦτόν τε ἐφώνει καὶ τὸν λαόν. ἐπακούσαντος δὲ τοῦ στρατηγοῦ καὶ τίς ὁ καλέσας αὐτόν ἐστιν ἐρομένου Δαυίδης εἶπεν · ἐγώ, παῖς μὲν Ἰεσσαίου, φυγὰς δὲ ὑμέτερος. ἀλλὰ τί δήποτε μέγας τε ὢν καὶ τὴν…
Flavius Josephus, Antiquities of the Jews
-
…θυμωθείς, ὡς οὐ δικαίων τῶν παρʼ αὐτοῦ τυγχάνοι πάσῃ προνοίᾳ περὶ αὐτὸν χρώμενος, ἠπείλησε μὲν τὴν βασιλείαν εἰς Δαυίδην περιστήσειν, ἐπιδείξειν δὲ ὡς οὐχὶ διὰ τὴν ἰδίαν ῥώμην καὶ σύνεσιν ἄρχοι τῶν πέραν Ἰορδάνου, διὰ δὲ τὴν…
Flavius Josephus, Antiquities of the Jews
-
…πλήθει τοῦ βασιλέως ἀκούοντος εἶπε τάδε πρὸς τὸ θυσιαστήριον ποιούμενος τοὺς λόγους · ὁ θεὸς ἔσεσθαί τινα προλέγει ἐκ τοῦ Δαυίδου γένους Ἰωσίαν ὄνομα, ὃς ἐπὶ σοῦ θύσει τοὺς ψευδιερεῖς τοὺς κατʼ ἐκεῖνον τὸν καιρὸν γενησομένους καὶ τὰ ὀστᾶ τῶν…
Flavius Josephus, Antiquities of the Jews
-
…λαμβάνει στέφανον ἕλκοντα χρυσοῦ τάλαντον καὶ πολυτελῆ λίθον ἔχοντα ἐν μέσῳ σαρδόνυχος · ἐφόρει δʼ αὐτὸν ἐπὶ τῆς κεφαλῆς διαπαντὸς Δαυίδης. πολλὰ δὲ καὶ ἄλλα σκῦλα λαμπρὰ καὶ πολύτιμα εὗρεν ἐν τῇ πόλει · τοὺς δʼ ἄνδρας αἰκισάμενος διέφθειρε .…
Flavius Josephus, Antiquities of the Jews