Κυζικηνός
Κυζικηνός, of Cyzicus, (subst) a gold stater of Cyzicus
-
…καὶ Φαρναβάζου ἐκλιπόντων αὐτὴν ἐδέχοντο τοὺς Ἀθηναίους · Ἀλκιβιάδης δὲ μείνας αὐτοῦ εἴκοσιν ἡμέρας καὶ χρήματα πολλὰ λαβὼν παρὰ τῶν Κυζικηνῶν, οὐδὲν ἄλλο κακὸν ἐργασάμενος ἐν τῇ πόλει ἀπέπλευσεν εἰς Προκόννησον. ἐκεῖθεν δʼ ἔπλευσεν εἰς Πέρινθον καὶ Σηλυμβρίαν .…
Xenophon, Hellenica
-
…· ἐκείνας δὲ αὐτοὶ κατέκαυσαν οἱ Συρακόσιοι. ἐκεῖθεν δὲ τῇ ὑστεραίᾳ ἔπλεον οἱ Ἀθηναῖοι ἐπὶ Κύζικον. οἱ δὲ Κυζικηνοὶ τῶν Πελοποννησίων καὶ Φαρναβάζου ἐκλιπόντων αὐτὴν ἐδέχοντο τοὺς Ἀθηναίους · Ἀλκιβιάδης δὲ μείνας αὐτοῦ εἴκοσιν ἡμέρας καὶ χρήματα πολλὰ λαβὼν…
Xenophon, Hellenica
-
…δωματίῳ δοῦναι, τάλαντον δὲ τῇ θυγατρί · κατέλιπε ; δὲ ; καὶ εἴκοσι μνᾶς τῇ γυναικὶ καὶ τριάκοντα στατῆρας Κυζικηνούς. ταῦτα δὲ πράξας καὶ οἴκοι ἀντίγραφα καταλιπὼν ᾤχετο στρατευσόμενος μετὰ Θρασύλλου. ἀποθανόντος δὲ ἐκείνου ἐν Ἐφέσῳ Διογείτων ;…
Lysias, Speeches
-
…οὐκ ἄν με ἕλοιτο στρατηγόν · αὐτοὶ γὰρ οἴεσθε ἱκανοὶ εἶναι. ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν ; ποῖον τοῦτον ; ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν ᾕρηνται ξένον ὄντα · καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν…
Plato, Ion
-
…Ζελείᾳ ὑποπέπτωκε πρὸς θαλάττῃ ἐπίταδε τοῦ Αἰσήπου τὸ τῆς Ἀδραστείας πεδίον καὶ Τήρεια καὶ ἡ Πιτύα καὶ καθόλου ἡ νῦν Κυζικηνὴ ἡ πρὸς Πριάπῳ ἣν ἐφεξῆς καταλέγει, εἶτα ἀνακάμπτει πάλιν ἐπὶ τὰ πρὸς ἕω μέρη καὶ τὰ ἐπέκεινα, ὥστε…
Strabo, Geography
-
…εἴκοσι. διαδεξάμενος δὲ τὴν βασιλείαν αὐτοῦ ὁ παῖς Σέλευκος ἐπολέμει μὲν τῷ τοῦ πατρὸς ἀδελφῷ Ἀντιόχῳ, ὃς ἐπεκαλεῖτο Κυζικηνός, νικήσας δʼ αὐτὸν καὶ λαβὼν ἀπέκτεινεν. μετʼ οὐ πολὺ δὲ τοῦ Κυζικηνοῦ παῖς Ἀντίοχος, ὁ Εὐσεβὴς καλούμενος…
Flavius Josephus, Antiquities of the Jews
-
…εἰς τὸν ὑπὲρ τῆς πόλεως αὐχένα καὶ προσμαχομένου πεζῇ τε καὶ κατὰ θάλατταν τετρακοσίαις ναυσίν, ἀντέσχον πρὸς ἅπαντα οἱ Κυζικηνοί, ὥστε καὶ ἐγγὺς ἦλθον τοῦ ζωγρίᾳ λαβεῖν τὸν βασιλέα ἐν τῇ διώρυγι ἀντιδιορύττοντες, ἀλλʼ ἔφθη φυλαξάμενος καὶ ἀναλαβὼν…
Strabo, Geography
-
…ἧκεν αὐτὸν φέρουσα καὶ ἐνεχείρισε Βρούτῳ, ἐνεχείρισε δὲ καὶ τοὺς τοῦ ἀνδρὸς θησαυρούς. ὁ δὲ τὸν μὲν παῖδα Κυζικηνοῖς ἀνατρέφειν παρέδωκε, μέχρι σχολάσειεν ἐπὶ τὴν βασιλείαν καταγαγεῖν, ἐν δὲ τοῖς θησαυροῖς εὗρε παράδοξον χρυσίου τι πλῆθος καὶ…
Appian, The Civil Wars
-
…ἡλίου μέγεθος πληρωθὲν τὴν τῆς ἡμέρας διάθεσιν κατασκευάζει. ὁ δʼ οὖν Μέμνων διελθὼν τὴν ὀρεινὴν ἄφνω τῇ πόλει τῶν Κυζικηνῶν προσέπεσεν καὶ παρʼ ὀλίγον αὐτῆς ἐκυρίευσεν · ἀποπεσὼν δὲ τῆς ἐπιβολῆς τὴν χώραν αὐτῶν ἐπόρθησε καὶ πολλῶν λαφύρων ἐκυρίευσεν .…
Diodorus Siculus, Library
-
…πατρὸς ἀδελφῷ Ἀντιόχῳ, ὃς ἐπεκαλεῖτο Κυζικηνός, νικήσας δʼ αὐτὸν καὶ λαβὼν ἀπέκτεινεν. μετʼ οὐ πολὺ δὲ τοῦ Κυζικηνοῦ παῖς Ἀντίοχος, ὁ Εὐσεβὴς καλούμενος, παραγενηθεὶς εἰς Ἄραδον καὶ περιθέμενος διάδημα πολεμεῖ τῷ Σελεύκῳ, καὶ κρατήσας ἐξήλασεν…
Flavius Josephus, Antiquities of the Jews