Ταίναρος
Ταίναρος, Taenarus
- Taenarus, a promontory at the southern end of Laconia, Pi. P. 4.44, 174; also masc. or neut., Th. 1.128, 133, 7.19; Ταίναρον ἠνεμόεντα Orph. A. 1370: neut. Ταίναρον, τό, Str. 8.5.1: in most passages the word occurs in an obl. case without an Adj., so that the gender is undetermined, as in h.Ap. 412, Hdt. 1.23, 24, Th. 1.133, Ar. Ra. 187, etc.; Ποσειδῶν οὑπὶ Ταινάρῳ θεός Id. Ach. 510; πύλη τις ἐστὶ (sc. of the infernal regions) Ταινάρου πρὸς ἐσχάτοις Men. 842, cf. Str. l.c.:—Adj. Ταινάριος, α, ον, Ταιναρίην ὑπὸ χθόνα A.R. 1.102; epith. of Artemis, Euph. 9.11; Τ. λίθος, v. λίθος II.1: neut. pl. Ταινάρια, τά, festival of Poseidon at Taenarus, Hsch. (-ίας cod.): hence Ταινάριοι, οἱ, celebrants of this festival, IG 5(1).211.1:—also Ταιναρίζω, celebrate this festival, St.Byz. s.v. Ταίναρος, and Ταιναρισταί, οἱ, = Ταινάριοι, Hsch.
- Taenarus, the southern point of Laconia, Pind., etc.: neut. Ταίναρον, ου, τό, Strab.
-
…λέγουσι Κορίνθιοι ὁμολογέουσι δέ σφι Λέσβιοι ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι, Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον, ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον, καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα…
Herodotus, The Histories
-
…ἐς τὸ Λήθης πεδίον, ἢ ʼς Ὄνου πόκας, ἢ ʼς Κερβερίους, ἢ ʼς κόρακας, ἢ ʼπὶ Ταίναρον ; ἐγώ. ταχέως ἔμβαινε. ποῖ σχήσειν δοκεῖς ; ἐς κόρακας ὄντως ; ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα…
Aristophanes, Frogs
-
…νῆα θοήν · πρῶτον δὲ παρημείβοντο Μάλειαν, πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο, Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ Ἠελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον. οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον…
NA, Homeric Hymns
-
…εἶχε σὺν τῇ σκευῇ πάσῃ. καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον, τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον. ἀποβάντα δὲ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ, καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός. Περίανδρον δὲ…
Herodotus, The Histories
-
…ἐλεγχομένους ἀρνέεσθαι. ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι, καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ, ἐπὶ δελφῖνος ἐπεὼν ἄνθρωπος. Ἀλυάττης δὲ ὁ Λυδὸς τὸν πρὸς Μιλησίους πόλεμον διενείκας μετέπειτα τελευτᾷ, βασιλεύσας ἔτεα…
Herodotus, The Histories
-
…καθʼ ὅλην τὴν Ἀσίαν πλανώμενοι καὶ τὰς ἀναγκαίας τροφὰς ἐκ τῶν προνομῶν ποριζόμενοι. μετὰ δὲ ταῦτα πανταχόθεν διῆραν ἐπὶ Ταίναρον τῆς Λακωνικῆς. ὁμοίως δὲ καὶ τῶν Περσικῶν σατραπῶν καὶ τῶν ἄλλων ἡγεμόνων οἱ περιλειφθέντες χρήματά τε καὶ στρατιώτας ἀθροίζοντες…
Diodorus Siculus, Library
-
…τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς. ἀλλὰ Ἑκαταῖος μὲν ὁ Μιλήσιος λόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ Ταινάρῳ τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδου κύνα, ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ, καὶ τοῦτον…
Pausanias, Description of Greece
-
…προύργου περαίνων, ἀνέζευξε, καὶ τὸ λοιπὸν ἐπιπορευόμενος ἔφθειρε τὴν χώραν πᾶσαν τὴν ἐπὶ τὸ Κρητικὸν πέλαγος τετραμμένην ἕως Ταινάρου. μεταβαλόμενος δʼ αὖτις ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, ὃ καλεῖται μὲν Γύθιον, ἔχει δʼ…
Polybius, Histories
-
…· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα, καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας · κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα. ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ…
Aristophanes, Acharnians
-
…πρώτη μὲν καταβᾶσιν ἐξ Αἰγιῶν ἐπὶ θάλασσαν Γύθιον, μετὰ δὲ αὐτὴν Τευθρώνη τε καὶ Λᾶς καὶ Πύρριχος, ἐπὶ Ταινάρῳ δὲ Καινήπολις Οἴτυλός τε καὶ Λεῦκτρα καὶ Θαλάμαι, πρὸς δὲ Ἀλαγονία τε καὶ Γερηνία · τὰ δὲ ἐπέκεινα Γυθίου…
Pausanias, Description of Greece