εἰσβαίνω
εἰσβαίνω, εἰσβαίνω, enter, board (verb)
- go on board a ship, mostly abs., embark, Od. 9.103, Th. 7.13, etc.; ἐς [πεντηκόντερον] Hdt. 3.41: c. acc., σκάφος E. Tr. 686.
- 2 generally, enter, πρὸς κόρης νυμφεῖον εἰ. S. Ant. 1205; δόμους E. Med. 380; εἰ. κακά come into miseries, S. OC 997; ἄτης ἄβυσσον πέλαγος A. Supp. 470; reversely, ἐμοὶ γὰρ οἶκτος.. εἰσέβη S. Tr. 298; κἀμὲ γὰρ τὸ δυσχερὲς τοῦτʼ εἰσβέβηκεν E. Hyps.Fr. 5(3).20.
- 3 come in, be imported, εἰσέβαινον ἰσχάδες Alex. 117.
- 4 project into, PTeb. 86.24 (ii B.C.), etc.
- II causal in aor. 1, make to go into, put into, ἐς δʼ ἑκατόμβην βῆσε θεῷ (sc. ἐς νῆα) Il. 1.310, cf. E. Alc. 1055 (lyr.), Ba. 466; ληΐδα A.R. 2.167.
A intr., temas de pres., aor. rad. o perf.
I c. suj. de pers.
1 embarcar abs. o c. ac. int. de la nave
οἱ δ' αἶψ' εἴσβαινον
οἱ ξένοι μὲν ἀναγκαστοὶ ἐσβάντες
οὔπω ναὸς εἰσέβην σκάφος
εἴσβαινε δή
ἐσέβη ἐς αὐτήν (sc. τὴν πεντηκόντερον)
2 entrar c. ac. de direcc. o giro prep.
πρὸς ... νυμφεῖον ᾍδου
δόμους
χθονὸς μέλαιναν ὄρφνην
εἰς ἁμαξιτόν
εἰς τὴν λόχμην
εἰς τὸν σάκκον ὧδ' εἰσβαίνετε
εἰς θάλατταν
ε[ἰς τὴν συ]ναγωγήν
δόμον Ἄϊδος
ε[ἰς] οἶκον
• fig.
ἄτης δ' ἄβυσσον πέλαγος οὐ μάλ' εὔπορον τόδ' εἰσβέβηκα
τοιαῦτα ... καὐτὸς εἰσέβην κακά
ἐμοὶ ... οἶκτος δεινὸς εἰσέβη
κἀμὲ γὰρ τὸ δ[υ]σχερὲς τοῦτ' εἰσβέβηκεν
χορεῖον εἰσέβαινε ῥυθμόν
3 convertirse en, pasar a ser c. compl. pred.
ὅταν ὁ ἁπλοῦς ... εἰσβαίνῃ διπλοῦς
II c. suj. de cosa
1 venir de fuera, ser importado
εἰσέβαινον ἰσχάδες
2 retroceder, recular
ἀπηλιώτου ἐχόμενος (sc. κλῆρος) εἰσβαίνων βορρᾶ
al este un lote colindante que retrocede por el norte
B tr., en aor. sigm.
1 hacer embarcar
ἐς δ' ἑκατόμβην βῆσε θεῷ (tm.)
ληίδα τ' εἰσβήσαντες
2 c. ac. de pers. hacer entrar, introducir
τῆς θανούσης θάλαμον ἐσβήσας (αὐτήν)
Διόνυσος αὐτὸς μ' εἰσέβησ'
el propio Dioniso me inició en los ritos
1. in ... gaan, binnengaan, poët. met acc.:
2. causat., met sigm. aor.
3. in ... opkomen,
ἐσβαίνω
[εἰσ- 2, εἰσ- 3, ἐσ-.]
3 sing. aor. opt. ἐσβαίη Il. 12.59.
Nom. pl. masc. pple. ἐσβάντες Il. 10.573.
- 1
To effect an entrance Il. 12.59.
- 2
To plunge into something Il. 10.573.
- 3
To go on board ship, embark: αἶψʼ εἴσβαινον Od. 9.103 = 179 = 471 = 563 = Od. 11.638 = Od. 12.146 = Od. 15.549, Od. 15.221.
- 1
- Ito go into a ship, to go on board ship, embark, Od.; ἐσβ. ἐς ναῦν Hdt.
- 2generally, to go into, enter, δόμους Eur.; εἰσβ. κακά to come into miseries, Soph.
- IICausal in aor1 ἀνέβησα, to make to go into, put on board, Il.
-
…πολλαχῇ γε δυσπάλαιστα πράγματα, κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται · ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος, μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον. εἰ…
Aeschylus, Suppliant Women
-
…Περσεφόνεια. αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο, πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ…
Homer, Odyssey
-
…Ἑλλήνων ἡγήσαντο δυνάμει προύχοντες, καὶ οἱ Ἀθηναῖοι ἐπιόντων τῶν Μήδων διανοηθέντες ἐκλιπεῖν τὴν πόλιν καὶ ἀνασκευασάμενοι ἐς τὰς ναῦς ἐσβάντες ναυτικοὶ ἐγένοντο. κοινῇ τε ἀπωσάμενοι τὸν βάρβαρον, ὕστερον οὐ πολλῷ διεκρίθησαν πρός τε Ἀθηναίους καὶ Λακεδαιμονίους οἵ τε…
Thucydides, The Peloponnesian War
-
…τῇ ἡλικίᾳ ὄντας ἅπαντας καὶ δούλους καὶ ἐλευθέρους · καὶ πληρώσαντες τὰς δέκα καὶ ἑκατὸν ἐν τριάκοντα ἡμέραις ἀπῆραν. εἰσέβησαν δὲ καὶ τῶν ἱππέων πολλοί. μετὰ ταῦτα ἀνήχθησαν εἰς Σάμον, κἀκεῖθεν Σαμίας ναῦς ἔλαβον δέκα · ἥθροισαν δὲ…
Xenophon, Hellenica
-
…ἐφορμούντων ὡς ἕκαστοι ἤνοιγον, τάς τε ἀγκύρας ἀποκόπτοντες καὶ ἐγειρόμενοι ἐβοήθουν τεταραγμένοι, τυχόντες ἐν τῇ γῇ ἀριστοποιούμενοι · εἰσβάντες δὲ ἐδίωκον τὴν εἰς τὸ πέλαγος ἀφορμήσασαν, καὶ ἅμα τῷ ἡλίῳ δύνοντι κατέλαβον, καὶ κρατήσαντες μάχῃ, ἀναδησάμενοι…
Xenophon, Hellenica
-
…ἐγώ. ταχέως ἔμβαινε. ποῖ σχήσειν δοκεῖς ; ἐς κόρακας ὄντως ; ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα. ἔσβαινε δή. παῖ δεῦρο. δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν. μὰ τὸν Δίʼ…
Aristophanes, Frogs
-
…ἵνα πρήσσωμεν ὁδοῖο. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ νηῒ πάρα πρυμνῇ…
Homer, Odyssey
-
…; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον εἴργειν · ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω. ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω ; καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει ; διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, μή τίς…
Euripides, Alcestis
-
…ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς…
Homer, Odyssey
-
…ἄλλα ἀναθήματα, χωρὶς ὅ τι χαλκὸς ἢ λίθος ἢ γραφὴ ἦν, τὰ δὲ ἄλλα πάντα ἐσθέντες καὶ αὐτοὶ εἰσβάντες ἔπλεον ἐπὶ Χίου. τὴν δὲ Φωκαίην ἐρημωθεῖσαν ἀνδρῶν ἔσχον οἱ Πέρσαι. οἱ δὲ Φωκαιέες, ἐπείτε σφι Χῖοι…
Herodotus, The Histories