Ἀδείμαντος
Ἀδείμαντος, Adimantus
1 corintio, hijo de Ocito, intervino en la batalla de Salamina, Hdt.7.137.
2 arconte aten. en el 477/6, D.S.11.41.
3 aten., hijo de Leucolófides, intervino en la batalla de Egospótamos, X.HG.1.4.21, Ar.Ra.1513, Pl.Prt.315e, R.367e, Lys.14.38, D.19.191, And.Myst.16.
4 aten. hijo de Aristón y hermano de Glaucón, pariente de Platón y personaje del diálogo Parménides y de la República, Pl.Ap.34a, Pl.Prm.126a, R.419a.
5 hijo de Cepis, Pl.Prt.315e.
6 de Etolia, filósofo, discípulo de Jenócrates, Phld.Acad.Hist.4.10.
7 amigo de Teofrasto, D.L.5.57.
8 fliasio, Call.Fr.793.
9 éforo espartano partidario de Filipo III, asesinado en el año 221 a.C., Plb.4.22.7, 23.5.
10 de Lámpsaco, adulador de Demetrio Poliorcetes, Democh.1, Str.13.1.19, Ath.255c.
11 de Mirrinunte, un demo en Ática, Luc.Nau.1.
-
…ἀλλὰ περιμένετε. ἀλλὰ περιμενοῦμεν, ἦ δʼ ὃς ὁ Γλαύκων. καὶ ὀλίγῳ ὕστερον ὅ τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος ὁ τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος ὁ Νικίου καὶ ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς. ὁ οὖν Πολέμαρχος ἔφη…
Plato, Republic
-
…πεῖσαι μὴ ἀκούοντας ; οὐδαμῶς, ἔφη ὁ Γλαύκων. ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε. καὶ ὁ Ἀδείμαντος, ἆρά γε, ἦ δʼ ὅς, οὐδʼ ἴστε ὅτι λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφʼ ἵππων τῇ θεῷ ;…
Plato, Republic
-
…Ἀγάθωνα, καὶ οὐκ ἂν θαυμάζοιμι εἰ παιδικὰ Παυσανίου τυγχάνει ὤν. τοῦτό τʼ ἦν τὸ μειράκιον, καὶ τὼ Ἀδειμάντω ἀμφοτέρω, ὅ τε Κήπιδος καὶ ὁ Λευκολοφίδου, καὶ ἄλλοι τινὲς ἐφαίνοντο · περὶ δὲ ὧν διελέγοντο οὐκ ἐδυνάμην…
Plato, Protagoras
-
…οὐκ ἂν ἐκεῖνός γε αὐτοῦ καταδεηθείη καὶ Παράλιος ὅδε, ὁ Δημοδόκου, οὗ ἦν Θεάγης ἀδελφός · ὅδε δὲ Ἀδείμαντος, ὁ Ἀρίστωνος, οὗ ἀδελφὸς οὑτοσὶ Πλάτων, καὶ Αἰαντόδωρος, οὗ Ἀπολλόδωρος ὅδε ἀδελφός. καὶ ἄλλους πολλοὺς…
Plato, Apology
-
…καὶ τοὺς αἰχμαλώτους καὶ τἆλλα πάντα εἰς Λάμψακον ἀπήγαγεν, ἔλαβε δὲ καὶ τῶν στρατηγῶν ἄλλους τε καὶ Φιλοκλέα καὶ Ἀδείμαντον. ᾗ δʼ ἡμέρᾳ ταῦτα κατειργάσατο, ἔπεμψε Θεόπομπον τὸν Μιλήσιον λῃστὴν εἰς Λακεδαίμονα ἀπαγγελοῦντα τὰ γεγονότα, ὃς ἀφικόμενος…
Xenophon, Hellenica
-
…ἐμὲ δευρὶ καὶ μὴ μέλλειν · κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς καὶ συμποδίσας μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω. ταῦτα ποιήσω · σὺ δὲ τὸν θᾶκον τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν καὶ…
Aristophanes, Frogs
-
…, ὃς τούτους διέφθειρεν. ἐλέγετο δὲ καὶ ἄλλα πολλά, καὶ ἔδοξεν ἀποκτεῖναι τῶν αἰχμαλώτων ὅσοι ἦσαν Ἀθηναῖοι πλὴν Ἀδειμάντου, ὅτι μόνος ἐπελάβετο ἐν τῇ ἐκκλησίᾳ τοῦ περὶ τῆς ἀποτομῆς τῶν χειρῶν ψηφίσματος · ᾐτιάθη μέντοι ὑπό τινων προδοῦναι…
Xenophon, Hellenica
-
…ἑκατόν. καὶ μετὰ τὸν κατάπλουν τρίτῳ μηνὶ ἀνήχθη ἐπʼ Ἄνδρον ἀφεστηκυῖαν τῶν Ἀθηναίων, καὶ μετʼ αὐτοῦ Ἀριστοκράτης καὶ Ἀδείμαντος ὁ Λευκολοφίδου συνεπέμφθησαν ᾑρημένοι κατὰ γῆν στρατηγοί. Ἀλκιβιάδης δὲ τὸ στράτευμα ἀπεβίβασε τῆς Ἀνδρίας χώρας εἰς Γαύριον · ἐκβοηθήσαντας…
Xenophon, Hellenica
-
…ἀπέπλευσαν ἐπὶ Σάμου. οἱ δʼ ἐν οἴκῳ τούτους μὲν τοὺς στρατηγοὺς ἔπαυσαν πλὴν Κόνωνος · πρὸς δὲ τούτῳ εἵλοντο Ἀδείμαντον καὶ τρίτον Φιλοκλέα. τῶν δὲ ναυμαχησάντων στρατηγῶν Πρωτόμαχος μὲν καὶ Ἀριστογένης οὐκ ἀπῆλθον εἰς Ἀθήνας, τῶν δὲ ἓξ…
Xenophon, Hellenica
-
…. ταῦτʼ εἰπόντος τοῦ Γλαύκωνος ἐγὼ μὲν αὖ ἐν νῷ εἶχόν τι λέγειν πρὸς ταῦτα, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀδείμαντος, οὔ τί που οἴει, ἔφη, ὦ Σώκρατες, ἱκανῶς εἰρῆσθαι περὶ τοῦ λόγου ; ἀλλὰ τί μήν…
Plato, Republic