Ἀλκμήνη
Ἀλκμήνη, Alcmene
mit. Alcmena madre de Heracles y esposa de Anfitrión Il.14.323, Od.11.266, h.Hom.15.3, Hes.Th.943, Sc.3, Hdt.2.43, Pi.l.c., P.4.172, A.A.1040, Simon.l.c., B.Fr.64.6, S.l.c., Ar.Ra.531, E.Alc.839
• plu. mujeres como Alcmena representativa de las infidelidades de los dioses, Ar.Au.558
• da tít. a obras de Esquilo, Hsch.
- Wife of Amphitryon and mother of Heracles by Zeus Il. 14.323;
- H ’s birth delayed by contrivance of Hera, whereby Heracles became subject to Eurystheus Il. 19.99, 119: Amphitryon brought into comparison with Penelope Od. 2.120;
- in the Shades Od. 11.266.
-
…ἐκ προαστίου. ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή, νῦν δεῖξον οἷον παῖδά σʼ ἡ Τιρυνθία ἐγείνατʼ Ἠλεκτρύωνος Ἀλκμήνη Διί. δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως γυναῖκα κἀς τόνδʼ αὖθις ἱδρῦσαι δόμον Ἄλκηστιν Ἀδμήτῳ θʼ ὑπουργῆσαι χάριν…
Euripides, Alcestis
-
…ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος · ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων εἴδεΐ τε μεγέθει τε · νόον γε μὲν οὔ…
Hesiod, Shield of Heracles
-
…ἀοιδῇ. Εἰς Ἡρακλέα Λεοντόθυμον Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι · ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος πολλὰ μὲν αὐτὸς…
NA, Homeric Hymns
-
…ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος…
Hesiod, Theogony
-
…οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν · οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα · ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν · οὐδʼ ὅτε…
Homer, Iliad
-
…πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα · καὶ Μεγάρην ,…
Homer, Odyssey
-
…κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν, τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη · τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ ᾔδη · ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε…
Homer, Odyssey
-
…θεῶν φασʼ ἔμμεναι · ἀλλʼ ἄρα καὶ τὸν Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι · κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε…
Homer, Iliad
-
…πολλῶν μέτα δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας · ἔκβαινʼ ἀπήνης τῆσδε, μηδʼ ὑπερφρόνει. καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν. εἰ δʼ οὖν ἀνάγκη τῆσδʼ ἐπιρρέποι τύχης, ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις .…
Aeschylus, Agamemnon
-
…Ἀριάδνην, κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, αἰδοίην θέτʼ…
Hesiod, Theogony