Ἀρταξέρξης
Ἀρταξέρξης, Artaxerxes
1 Artajerjes I, hijo de Jerjes, rey de los Persas, 465-424 a.C., Hdt.6.98, 7.106, 151, Th.1.104, 137, D.S.11.69, Plu.Art.1, Paus.1.8.2.
2 Artajerjes II, hijo de Darío II y Parisátide, con el sobrenombre de Mnemón, rey persa, 405-362 a.C., X.HG 5.1.31, An.1.1.1, Dino 20, Hell.Oxy.13.1, OGI 391.9, 392.12 (Comagene I a.C.), D.S.13.108, Plu.Art.1, Ael.VH 1.32.
3 Artajerjes III, sobrenombre de Oco, rey de los Persas, 362-338 a.C., D.S.15.93, Polyaen.7.17, Arr.An.1.16.3, 2.1.42, Ael.VH 6.8.
4 n. dado a Beso, sátrapa que asesinó a Darío III Codomano, Arr.An.3.25.3.
5 rey persa, 208-241 d.C., fundador de la dinastía Sasánida, D.C.80.3.2, Hdn.l.c.
6 mit., padre de Medo, el antiguo Éufrates, Plu.Fluu.20.1.
-
…Κύρου Ἀναβάσεως Α Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος · ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι…
Xenophon, Anabasis
-
…ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παρράσιον. ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι αὐτῷ. ὁ δὲ πείθεται καὶ συλλαμβάνει Κῦρον ὡς ἀποκτενῶν…
Xenophon, Anabasis
-
…Κόνων ἕστηκε καὶ Τιμόθεος υἱὸς Κόνωνος καὶ βασιλεὺς Κυπρίων Εὐαγόρας, ὃς καὶ τὰς τριήρεις τὰς Φοινίσσας ἔπραξε παρὰ βασιλέως Ἀρταξέρξου δοθῆναι Κόνωνι · ἔπραξε δὲ ὡς Ἀθηναῖος καὶ τὸ ἀνέκαθεν ἐκ Σαλαμῖνος, ἐπεὶ καὶ γενεαλογῶν ἐς προγόνους ἀνέβαινε Τεῦκρον…
Pausanias, Description of Greece
-
…, βασιλεύσει ἀντʼ ἐκείνου. Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷ Κύρῳ, φιλοῦσα αὐτὸν μᾶλλον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. ὅστις δʼ ἀφικνεῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτὸν πάντας οὕτω διατιθεὶς ἀπεπέμπετο ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ…
Xenophon, Anabasis
-
…ὑεῖ αὐτῆς γῆς πλέθρα Ἐρχίασιν οὐδὲ τριακόσια, θαυμάσαι ἂν ὅτῳ ποτὲ πιστεύων ἐν νῷ ἔχει οὗτος ὁ Ἀλκιβιάδης τῷ Ἀρτοξέρξῃ διαγωνίζεσθαι, καὶ οἶμαι ἂν αὐτὴν εἰπεῖν ὅτι οὐκ ἔσθʼ ὅτῳ ἄλλῳ πιστεύων οὗτος ἀνὴρ ἐπιχειρεῖ πλὴν ἐπιμελείᾳ τε καὶ…
Plato, Alcibiades 1
-
…εἰ δὲ καὶ τοὺς προγόνους σε δέοι καὶ τὴν πατρίδα Εὐρυσάκους ἐπιδεῖξαι Σαλαμῖνα ἢ τὴν Αἰακοῦ τοῦ ἔτι προτέρου Αἴγιναν Ἀρτοξέρξῃ τῷ Ξέρξου, πόσον ἂν οἴει γέλωτα ὀφλεῖν ; ἀλλʼ ὅρα μὴ τοῦ τε γένους ὄγκῳ ἐλαττώμεθα τῶν ἀνδρῶν καὶ…
Plato, Alcibiades 1
-
…εἶναι τὴν σωτηρίαν ἰδίᾳ πορίζειν ἔκρινεν. διόπερ τῶν ἑαυτοῦ θεραπόντων τὸν πιστότατον Θετταλίωνα λάθρᾳ τῶν Σιδωνίων ἐξέπεμψε πρὸς τὸν Ἀρταξέρξην ἐπαγγελλόμενος αὐτῷ τὴν μὲν Σιδῶνα παραδώσειν, τὴν δʼ Αἴγυπτον συνεκπολεμήσειν, μεγάλα δʼ αὐτῷ συνεργήσειν ἔμπειρον ὄντα τῶν κατὰ…
Diodorus Siculus, Library
-
…ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος ὁ μετονομασθεὶς Ἀρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι · τοῦ γὰρ Ἀρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς…
Diodorus Siculus, Library
-
…εὐδαιμονεστέρας ἢ Ἀγαμέμνων βασιλεὺς εἶναι καὶ ἄρχειν τῆς Ἑλλάδος πάσης ὁμοίως ἐκείνῳ, τό τε κατόρθωμα ἐπιφανέστερον ἔσεσθαι βασιλέα κρατήσαντα Ἀρταξέρξην εὐδαιμονίαν κτήσασθαι τὴν Περσῶν ἢ ἀρχὴν καθελεῖν τὴν Πριάμου. θύοντος δὲ αὐτοῦ Θηβαῖοι σὺν ὅπλοις ἐπελθόντες τῶν τε ἱερείων…
Pausanias, Description of Greece
-
…οἱ ἐν τῇ οἰκουμένῃ Ἰουδαῖοι πάντες τὰς ἡμέρας ταύτας ἑορτάζουσιν διαπεμπόμενοι μερίδας ἀλλήλοις. ἔγραψεν δὲ Μαρδοχαῖος τοῖς ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ ζῶσιν Ἰουδαίοις ταύτας παραφυλάσσειν τὰς ἡμέρας καὶ ἑορτὴν ἄγειν αὐτὰς καὶ τοῖς ἐκγόνοις παραδοῦναι τοῦ πρὸς πάντα διαμεῖναι τὸν…
Flavius Josephus, Antiquities of the Jews