About Report a problem

Menu

Ἱεροβόαμος

Ἱεροβόαμος, Jeroboam

  1. …τῶν προειρημένων οὐκ ἀγαθὴν ὑπονοῶν. Ἦν δέ τις ἐν τῇ πόλει πρεσβύτης πονηρὸς ψευδοπροφήτης, ὃν εἶχεν ἐν τιμῇ Ἱεροβόαμος ἀπατώμενος ὑπʼ αὐτοῦ τὰ πρὸς ἡδονὴν λέγοντος. οὗτος τότε μὲν κλινήρης ἦν διὰ τὴν ἀπὸ τοῦ γήρως ἀσθένειαν ,…

    Flavius Josephus, Antiquities of the Jews

  2. …στρατιὰν ὑπερτέραν ἐποίησεν · ὅσος γὰρ οὐδέποτʼ ἐμνημονεύθη φόνος ἐν πολέμῳ γεγονέναι οὔθʼ Ἑλλήνων οὔτε βαρβάρων, τοσούτους ἀποκτείναντες τῆς Ἱεροβοάμου δυνάμεως θαυμαστὴν καὶ διαβόητον νίκην παρὰ τοῦ θεοῦ λαβεῖν ἠξιώθησαν · πεντήκοντα γὰρ μυριάδας τῶν ἐχθρῶν κατέβαλον καὶ τὰς πόλεις…

    Flavius Josephus, Antiquities of the Jews

  3. …στιγμα. στρατεία Ἱεροβοάμου τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως ἐπὶ τὸν υἱὸν τὸν Ῥοβοάμου καὶ ἧττα. ζ. ὅτι τὴν Ἱεροβοάμου γενεὰν Βασίνης τις ὄνομα διαφθείρας αὐτὸς τὴν βασιλείαν ἔσχεν. η. Αἰθιόπων ἐπιστρατεία τοῖς Ἱεροσολύμοις βασιλεύοντος αὐτῶν Ἀσάνου τοῦ…

    Flavius Josephus, Antiquities of the Jews

  4. …στρατηγίας ἐπιφανοῦς καὶ τῆς ἐν τοῖς πράγμασι λαμπρότητος διάγειν ἐβασίλευσεν ἐν ἡσυχίᾳ πολλῇ καὶ δέει πάντα τὸν χρόνον ἐχθρὸς ὢν Ἱεροβοάμῳ. ἐτελεύτησε δὲ βιώσας ἔτη πεντήκοντα καὶ ἑπτὰ βασιλεύσας δʼ αὐτῶν ἑπτακαίδεκα, τὸν τρόπον ἀλαζὼν ἀνὴρ καὶ ἀνόητος καὶ…

    Flavius Josephus, Antiquities of the Jews

  5. …Ἀαρῶνος γένους ἀπέκτεινε. Ταῦτα δὲ ἐν τοῖς Ἱεροσολύμοις διαπραξάμενος ἧκεν εἰς τὴν χώραν καὶ τὰ κατασκευασθέντα ἐν αὐτῇ ὑπὸ Ἱεροβοάμου τοῦ βασιλέως εἰς τιμὴν τῶν ξενικῶν θεῶν ἠφάνισε καὶ τὰ ὀστᾶ τῶν ψευδοπροφητῶν ἐπὶ τοῦ βωμοῦ, ὃν κατεσκεύασε πρῶτος…

    Flavius Josephus, Antiquities of the Jews

  6. …τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων · ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά. καὶ τέλος μὲν…

    Flavius Josephus, Antiquities of the Jews

  7. …Ἱεροβοάμου συγγενῶν ἀποθανόντας ὑπὸ κυνῶν σπαραχθῆναι καὶ δαπανηθῆναι, τοὺς δʼ ἐν τοῖς ἀγροῖς ὑπʼ ὀρνίθων. ὁ μὲν οὖν Ἱεροβοάμου οἶκος τῆς ἀσεβείας αὐτοῦ καὶ τῶν ἀνομημάτων ἀξίαν ὑπέσχε δίκην. Ὁ δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον…

    Flavius Josephus, Antiquities of the Jews

  8. …ὧν πάρεστιν ἀποκρίνασθαι. παριούσης δὲ τῆς γυναικὸς εἰς τὴν οἰκίαν ὡς ἰδιώτιδος καὶ ξένης ἀνεβόησεν εἴσελθε, ὦ γύναι Ἱεροβοάμου · τί κρύπτεις σαυτήν ; τὸν γὰρ θεὸν οὐ λανθάνεις, ὃς ἀφιξομένην τέ μοι ἐδήλωσε καὶ προσέταξε τίνας ποιήσομαι…

    Flavius Josephus, Antiquities of the Jews

  9. …ἐν Θαρσάλῃ πόλει διατρίβων καὶ ταύτην οἰκητήριον πεποιηκὼς εἴκοσι μὲν ἐβασίλευσεν ἔτη καὶ τέσσαρα, πονηρὸς δὲ καὶ ἀσεβὴς ὑπὲρ Ἱεροβόαμον καὶ τὸν υἱὸν αὐτοῦ γενόμενος πολλὰ καὶ τὸ πλῆθος κακὰ διέθηκε καὶ τὸν θεὸν ἐξύβρισεν · ὃς αὐτῷ πέμψας Ἰηοῦν…

    Flavius Josephus, Antiquities of the Jews

  10. …ἐκγόνοις αὐτοῦ κατένευσεν εἰς ἅπαντα χρόνον, οὐδʼ ὑμεῖς ἀγνοεῖτε, θαυμάζω δέ, πῶς ἀποστάντες τοὐμοῦ πατρὸς τῷ δούλῳ Ἱεροβοάμῳ προσέθεσθε καὶ μετʼ ἐκείνου πάρεστε νῦν ἐπὶ τοὺς ὑπὸ τοῦ θεοῦ βασιλεύειν κεκριμένους πολεμήσοντες καὶ τὴν ἀρχὴν ἀφαιρησόμενοι τὴν ὑπάρχουσαν…

    Flavius Josephus, Antiquities of the Jews

Saved

Recent