ληΐζομαι
ληΐζομαι, seize, carry off as booty
- seize, carry off as booty, either men or things, δμῳαὶ ἃς Ἀχιλεὺς ληΐσσατο Il. l.c., cf. Od. 1.398, 23.357, Hdt. 3.47, 4.110, al.: ἐκ δόμων δάμαρτα . . ἐλῄσατο E. l.c.; ἐκ τῆς Ἀττικῆς X. HG 5.1.1, etc.: generally, win, acquire, ὄλβον ἀπὸ γλώσσης ληΐσσεται Hes. Op. 322; οὐ γάρ τι γυναικὸς ἀνὴρ ληΐζετʼ ἄμεινον τῆς ἀγαθῆς ib. 702, cf. Semon. 6.
- 2 plunder, despoil, esp. by raids or forays, ἀλλήλους Th. 1.5, cf. 3.85, 5.115, And. 1.101, etc.; τὴν Κολχίδα X. An. 4.8.23; τὴν θάλατταν D.S. 11.88, Jul. Or. 7.210a: metaph., λ. τὴν τῶν ζῴων φύσιν Pl. Epin. 976a.
- 3 abs., plunder, SIG 38B 20 (Teos, v B.C.), Hdt. 4.112, Lys. 20.24 (prob.), etc.
- II Act. ληΐζω occurs in several Mss. of Th. 3.85, and all Mss. of Id. 4.41:—so in Pass., to be carried off, ἐκ γῆς βαρβάρου λελῃσμένη E. Med. 256; γυναικὸς . . οὐ βίᾳ λελῃσμένης Id. Tr. 373; ληϊσθεῖσα A.R. 4.400; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος; I have not surely had my wife carried off . ., E. Hel. 475; ληϊζόμενος robbed, Luc. Gall. 14.
[ληΐς.]
Fut. ληΐσσομαι Od. 23.357.
3 sing. aor. ληΐσσατο Il. 18.28 : Od. 1.398.
To get by rapine, carry off as captives or spoil : δμῳαὶ ἃς ληΐσσατο Il. 18.28 : πολλὰ ληΐσσομαι Od. 23.357. Cf. Od. 1.398.
- Dep.:
- Ito seize as booty, to carry off as prey, Hom., Hdt.:—generally, to get by force, to gain, get, Hes.
- 2to plunder, despoil, esp. by raids or forays, ἀλλήλους Thuc., Xen.
- 3absol. to plunder, Hdt.
- IIperf. λέλῃσμαι in pass. sense, to be carried off, taken as booty, Eur.
-
…τὰ δὲ τελευταῖα πρὸ τοῦδε τοῦ πολέμου ὁ δῆμος αὐτῶν ἐξεδίωξε τοὺς δυνατούς, οἱ δὲ ἐπελθόντες μετὰ τῶν βαρβάρων ἐλῄζοντο τοὺς ἐν τῇ πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν. οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι ἐπειδὴ ἐπιέζοντο…
Thucydides, The Peloponnesian War
-
…τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι, μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν…
Homer, Odyssey
-
…οὐσῶν πλέον ἢ ἑκατόν, καὶ ταύταις ἀναγαγόμενος μετὰ τῶν ἄλλων στρατηγῶν, ἄλλοτε ἄλλῃ ἀποβαίνων τῆς τῶν πολεμίων χώρας ἐλῄζετο. καὶ ὁ ἐνιαυτὸς ἔληγεν, ἐν ᾧ Καρχηδόνιοι εἰς Σικελίαν στρατεύσαντες εἴκοσι καὶ ἑκατὸν τριήρεσι καὶ πεζῆς στρατιᾶς δώδεκα…
Xenophon, Hellenica
-
…ἥτις σέθεν ἐγγύθι ναίει, πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς. οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, δειπνολόχης · ἥ τʼ ἄνδρα καὶ ἴφθιμόν περ…
Hesiod, Works and Days
-
…, θεόσδοτα πολλὸν ἀμείνω. εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ ·…
Hesiod, Works and Days
-
…τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς · αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα · Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι…
Homer, Odyssey
-
…εἰ λῃσταί εἰσιν, ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων. ἐλῄζοντο δὲ καὶ κατʼ ἤπειρον ἀλλήλους. καὶ μέχρι τοῦδε πολλὰ τῆς Ἑλλάδος τῷ παλαιῷ τρόπῳ νέμεται περί τε Λοκροὺς τοὺς…
Thucydides, The Peloponnesian War
-
…αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι στήθεα πεπλήγοντο…
Homer, Iliad
-
…, οἷος ἦ τὴν ψυχήν, ἕως τὸ στρατόπεδον σῶν ἦν · ἐπειδὴ δὲ διεφθάρη καὶ ἀνεσώθην εἰς Κατάνην, ἐλῃζόμην ὁρμώμενος ἐντεῦθεν καὶ τοὺς πολεμίους κακῶς ἐποίουν, ὥστε τῇ θεῷ τε τὰς δεκάτας ἐξαιρεθῆναι πλέον ἢ τριάκοντα μνᾶς καὶ…
Lysias, Speeches
-
…καλοῦσι μὲν ἰατρικήν, βοήθεια δέ που καὶ αὕτη σχεδὸν ὅσων ὧραι ψύχει καὶ καύματι ἀκαίρῳ καὶ πᾶσι τοῖς τοιούτοις ληίζονται τὴν τῶν ζῴων φύσιν. εὐδόκιμον δὲ οὐδὲν τούτων εἰς σοφίαν τὴν ἀληθεστάτην · ἄμετρα γὰρ δόξαις φορεῖται τοπαζόμενα .…
Plato, Epinomis