πανταχῆ
-
…δὴ παρεσκευασμένοι κατʼ ἀρχὰς ἄνθρωποι ᾤκουν σποράδην, πόλεις δὲ οὐκ ἦσαν · ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ αὐτῶν ἀσθενέστεροι εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν…
Plato, Protagoras
-
…καὶ ἐκείνοις παραλελεῖφθαι, ἱκανὰ δὲ καὶ τοῖς ἐπιγιγνομένοις ἐξεῖναι εἰπεῖν · οὔτε γὰρ γῆς ἄπειροι οὔτε θαλάττης οὐδεμιᾶς, πανταχῇ δὲ καὶ παρὰ πᾶσιν ἀνθρώποις οἱ τὰ αὑτῶν πενθοῦντες κακὰ τὰς τούτων ἀρετὰς ὑμνοῦσι. πρῶτον μὲν οὖν τοὺς παλαιοὺς…
Lysias, Speeches
-
…γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν ; σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται. ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσει. ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ ὡς ἐγὼ σοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν…
Sophocles, Ajax
-
…ἐς φάος, τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ. ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα. εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ…
Aeschylus, Persians
-
…μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην · πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω. τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε βροτὸς δικάζειν · οὐδὲ μὴν ἐμοὶ θέμις φόνου διαιρεῖν…
Aeschylus, Eumenides
-
…καὶ νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς ἐξενεχθέντα ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου, ὃς γενόμενος τῆς νυκτὸς διεσκέδασεν αὐτὰ πανταχῇ, καὶ τροπαῖον ἀντέστησαν ἐν τοῖς ἐν τῇ νήσῳ Συβότοις ὡς νενικηκότες. γνώμῃ δὲ τοιᾷδε ἑκάτεροι τὴν νίκην προσεποιήσαντο…
Thucydides, The Peloponnesian War
-
…τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ, σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον ἐς Γλύκης, ὅπως ἂν εἰσελθοῦσα φωράσω .…
Aristophanes, Frogs
-
…ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον…
Aeschylus, Prometheus Bound
-
…ἐμάχοντο ἡσυχαζουσῶν τῶν νεῶν · διέκπλοι δʼ οὐκ ἦσαν, ἀλλὰ θυμῷ καὶ ῥώμῃ τὸ πλέον ἐναυμάχουν ἢ ἐπιστήμῃ. πανταχῇ μὲν οὖν πολὺς θόρυβος καὶ ταραχώδης ἦν ἡ ναυμαχία, ἐν ᾗ αἱ Ἀττικαὶ νῆες παραγιγνόμεναι τοῖς Κερκυραίοις, εἴ…
Thucydides, The Peloponnesian War
-
…ὑπέρτερον. ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει ; ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι ; πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι .…
Sophocles, Antigone