συμμαχίς
συμμαχίς, allied
- allied, νῆες Th. 8.23, X. HG 1.6.29; ξ. πόλις an allied state, Th. 1.98, Isoc. 6.52 (pl.), IG 2(2).43.70 (pl.), etc.; also without πόλις, Th. 2.2, X. HG 7.3.11.
- II = τὸ ξυμμαχικόν, body of allies, Th. 5.36, 110; φευγέτω ἅπασαν τὴν Ἀθηναίων ξ. prob. in IG 1(2).10.30.
- Iallied, Thuc., Xen.; ξ. πόλις an allied state, Thuc.; also ἡ σ. (without πόλις) Thuc.
- II= τὸ ξυμμαχικόν, the body of allies, Thuc.
-
…ἐς τὸν πόλεμον ἦν. οἱ δὲ Λακεδαιμόνιοι μετὰ τὰ ἐν Πλαταιαῖς εὐθὺς περιήγγελλον κατὰ τὴν Πελοπόννησον καὶ τὴν ἔξω ξυμμαχίδα στρατιὰν παρασκευάζεσθαι ταῖς πόλεσι τά τε ἐπιτήδεια οἷα εἰκὸς ἐπὶ ἔξοδον ἔκδημον ἔχειν, ὡς ἐσβαλοῦντες ἐς τὴν Ἀττικήν .…
Thucydides, The Peloponnesian War
-
…τούτων, Ἀμπρακιῶται καὶ Χάονες βουλόμενοι Ἀκαρνανίαν τὴν πᾶσαν καταστρέψασθαι καὶ Ἀθηναίων ἀποστῆσαι πείθουσι Λακεδαιμονίους ναυτικόν τε παρασκευάσασθαι ἐκ τῆς ξυμμαχίδος καὶ ὁπλίτας χιλίους πέμψαι ἐπʼ Ἀκαρνανίαν, λέγοντες ὅτι, ἢν ναυσὶ καὶ πεζῷ ἅμα μετὰ σφῶν ἔλθωσιν, ἀδυνάτων…
Thucydides, The Peloponnesian War
-
…δέκα, καὶ αὐταὶ ἐπὶ μιᾶς · ἐπὶ δὲ ταύταις αἱ τῶν ναυάρχων τρεῖς, καὶ εἴ τινες ἄλλαι ἦσαν συμμαχίδες. τὸ δὲ δεξιὸν κέρας Πρωτόμαχος εἶχε πεντεκαίδεκα ναυσί · παρὰ δʼ αὐτὸν Θράσυλλος ἑτέραις πεντεκαίδεκα · ἐπετέτακτο δὲ Πρωτομάχῳ…
Xenophon, Hellenica
-
…Πυθάγγελός τε ὁ Φυλείδου καὶ Διέμπορος ὁ Ὀνητορίδου ἐσῆλθον περὶ πρῶτον ὕπνον ξὺν ὅπλοις ἐς Πλάταιαν τῆς Βοιωτίας οὖσαν Ἀθηναίων ξυμμαχίδα. ἐπηγάγοντο δὲ καὶ ἀνέῳξαν τὰς πύλας Πλαταιῶν ἄνδρες, Ναυκλείδης τε καὶ οἱ μετʼ αὐτοῦ, βουλόμενοι ἰδίας ἕνεκα…
Thucydides, The Peloponnesian War
-
…μέλλοντες πέμπειν παρὰ βασιλέα καὶ ἄλλοσε πρὸς τοὺς βαρβάρους, εἴ ποθέν τινα ὠφελίαν ἤλπιζον ἑκάτεροι προσλήψεσθαι, πόλεις τε ξυμμαχίδας ποιούμενοι ὅσαι ἦσαν ἐκτὸς τῆς ἑαυτῶν δυνάμεως. καὶ Λακεδαιμονίοις μὲν πρὸς ταῖς αὐτοῦ ὑπαρχούσαις ἐξ Ἰταλίας καὶ Σικελίας τοῖς…
Thucydides, The Peloponnesian War
-
…κατὰ πόλεις καὶ ὁ τῶν ξυμμάχων πεζός, ὃς ἐπὶ τὸν Ἑλλήσποντον ἐμέλλησεν ἰέναι. καὶ ἀπὸ τῶν ἐν Κεγχρειᾷ ξυμμαχίδων Πελοποννησίων νεῶν ἀφικνοῦνται αὐτοῖς ἓξ μετὰ ταῦτα ἐς τὴν Χίον. οἱ δὲ Ἀθηναῖοι τά τʼ ἐν τῇ Λέσβῳ πάλιν…
Thucydides, The Peloponnesian War
-
…. Καρχηδόνιοι δὲ βραχὺ πρὸ τούτων τῶν καιρῶν πυθόμενοι τὸ μέγεθος τοῦ κατὰ Σικελίαν ἐσομένου πολέμου ταῖς μὲν κατὰ Σικελίαν συμμαχίσι πόλεσι φιλανθρώπως προσεφέροντο καὶ πρὸς τοὺς κατὰ τὴν νῆσον τυράννους τὴν διαφορὰν καταλύσαντες φιλίαν συνέθεντο, μάλιστα δὲ πρὸς Ἱκέταν…
Diodorus Siculus, Library
-
…τινα ἐλπίδα ἔχει σωτηρίας τῇ πόλει, Πελοποννησίων ναῦς τε οὐκ ἐλάσσους σφῶν ἐν τῇ θαλάσσῃ ἀντιπρῴρους ἐχόντων καὶ πόλεις ξυμμαχίδας πλείους, βασιλέως τε αὐτοῖς καὶ Τισσαφέρνους χρήματα παρεχόντων, σφίσι τε οὐκέτι ὄντων, εἰ μή τις πείσει βασιλέα…
Thucydides, The Peloponnesian War
-
…διάδοχος, αὐτίκα ταῖς τε ἰδίαις ναυσίν, αἷς τὴν Ἰταλίαν περιέπλει, καὶ παρὰ Καρχηδονίων αὐτῷ τισὶ δοθείσαις καὶ συμμαχίσιν ἄλλαις ἐς Πειραιᾶ κατήχθη, καὶ τὸν ὑπʼ Ἀτιλίῳ στόλον παραλαβὼν ἔπλει καταφράκτοις ὀγδοήκοντα καὶ μιᾷ, ἑπομένου καὶ Εὐμένους…
Appian, The Syrian Wars
-
…ἀρχὴν ἐποιησάμεθα τοῦ πολέμου ὑπὲρ Ἀμφιπόλεως, συνέβαινε δʼ ἡμῶν τὸν στρατηγὸν ἐν τῷ πολέμῳ ἑβδομήκοντα μὲν καὶ πέντε πόλεις συμμαχίδας ἀποβεβληκέναι, ἃς ἐκτήσατο Τιμόθεος ὁ Κόνωνος καὶ κατέστησεν εἰς τὸ συνέδριον · προῄρημαι γὰρ παρρησιάσασθαι, καὶ ἐλευθέρως ἅμα…
Aeschines, Speeches