χαράδρα
χαράδρα, a mountain stream, a torrent, which cuts itself
- mountain-stream, torrent, which cuts itself (χαράσσει) a way down the mountain-side, κλειτῦς τότʼ ἀποτμήγουσι χαράδραι Il. 16.390, cf. D.P. 1077; οἴνῳ . . ἅπασʼ ἔρρει χ. Telecl. 1.4 (anap.); χ. χειμερίη A.R. 4.460; χ. χειμάρρους καὶ βαθεῖα Plb. 10.30.2; φωνὴ χαράδρας ὄλεθρον τετοκυίας (of a loud, harsh voice), Ar. V. 1034 (anap.); χ. κατελήλυθεν, of a torrent of words, Pherecr. 51.
- II the bed of such a stream, gully, ravine, κοίλης ἔντοσθε χαράδρης Il. 4.454; cf. Hdt. 9.102, Th. 3.98, 107, X. An. 3.4.1, D. 55.5; χ. κρημνώδης Th. 7.78; ἡ Νεμεὰς χ. Aeschin. 2.168, cf. X. HG 4.2.15.
- 2 metaph. of wounds produced by scourging, Lib. Or. 57.16.
- 3 prov., Οἰνώνη (fort. Οἰνόη) τὴν χ. of those who bring misfortune on themselves, interpol. in Str. 8.6.16.
- Ia mountain stream, a torrent, which cuts itself (χαράσσει) a way down the mountain-side, Il.:—hence, a loud, brawling voice is compared to the φωνὴ χαράδρας, Ar.
- IIthe bed of a torrent, a gully, ravine, Il., etc.
- 2a conduit for carrying rain-water off a road, Dem.
-
…ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες · τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι, ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων · ὣς ἵπποι…
Homer, Iliad
-
…γαῖα. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν · ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε .…
Homer, Iliad
-
…ἕνεκʼ ; ἄν ;, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον, τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις ; ἔπειτα τίς ἂν ὑμῶν εἴτʼ ἐν ἀγρῷ νὴ Δίʼ εἴτʼ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον…
Demosthenes, Speeches
-
…Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν · ἐγὼ δʼ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλʼ οὐ χαράδραν. εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν…
Demosthenes, Speeches
-
…ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου. καίτοι, ὦ Καλλίκλεις, ἐξῆν δήπου τόθʼ ὑμῖν, ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν, ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέρα Τεισία, τί ταῦτα ποιεῖς ; ἀποικοδομεῖς τὴν χαράδραν ; εἶτʼ…
Demosthenes, Speeches
-
…οἱ Ὀρχομένιοι μνημονεύουσιν. ἔστι δὲ ἀπαντικρὺ τῆς πόλεως ὄρος Τραχύ. τὸ δὲ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ διὰ χαράδρας ῥέον κοίλης μεταξὺ τῆς τε πόλεως καὶ τοῦ Τραχέος ὄρους κάτεισιν ἐς ἄλλο Ὀρχομένιον πεδίον, τὸ δὲ πεδίον τοῦτο…
Pausanias, Description of Greece
-
…καὶ εὐθὺς ἔθεον ὁμόσε οἷς εἴρητο καὶ οἱ ἱππεῖς ἤλαυνον · οἱ δὲ οὐκ ἐδέξαντο, ἀλλʼ ἔφευγον ἐπὶ τὴν χαράδραν. ἐν ταύτῃ τῇ διώξει τοῖς βαρβάροις τῶν τε πεζῶν ἀπέθανον πολλοὶ καὶ τῶν ἱππέων ἐν τῇ χαράδρᾳ ζωοὶ ἐλήφθησαν…
Xenophon, Anabasis
-
…ὀχυρὸν χωρὶς τῶν ἵππων καὶ τῶν ὑποζυγίων, ἐφεδρεύοντα τούτοις, ἕως ἐν ὅλῃ τῇ νυκτὶ ταῦτα μόλις ἐξεμηρύσατο τῆς χαράδρας. τῇ δʼ ἐπαύριον τῶν πολεμίων χωρισθέντων, συνάψας τοῖς ἱππεῦσι καὶ τοῖς ὑποζυγίοις προῆγε πρὸς τὰς ὑπερβολὰς τὰς ἀνωτάτω…
Polybius, Histories
-
…πλαγίας δὲ ἀνόδους μόνον ἔχοντα στενοτάτας. ἡ δὲ κατὰ μέτωπον αὐτῶν πέτρα κατέτεινεν εἰς βαθυτάτας φάραγγας ὄρθιος ἐπιρρέπουσα ταῖς χαράδραις, ὥστε τὸν βασιλέα μέχρι πολλοῦ μὲν ἀπορεῖν πρὸς τὸ ἀμήχανον τοῦ τόπου, τελευταῖον δʼ ἐπινοίᾳ χρήσασθαι σφαλερωτάτῃ .…
Flavius Josephus, Jewish War
-
…ὅπως ταύτῃ τῇ ὁδῷ οἱ πολέμιοι προσέχοιεν τὸν νοῦν καὶ ὡς μάλιστα λάθοιεν οἱ περιιόντες. ἐπεὶ δὲ ἦσαν ἐπὶ χαράδρᾳ οἱ ὀπισθοφύλακες ἣν ἔδει διαβάντας πρὸς τὸ ὄρθιον ἐκβαίνειν, τηνικαῦτα ἐκύλινδον οἱ βάρβαροι ὁλοιτρόχους ἁμαξιαίους καὶ μείζους καὶ ἐλάττους…
Xenophon, Anabasis