Ἀντιόχειος
Ἀντιόχειος, of Antiochus
- of Antiochus, τέτραχμον IG 11.203B40, 46 (iii B.C.).
-
…Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν ἕως Ἀντιοχείας · ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν ἐν…
NA, New Testament
-
…ἡμέραν, ἀλλʼ ἐκεῖθεν ἀρξαμένου τοῦ πράγματος κἀν ταῖς ἄλλαις πόλεσιν ὁμοίως βραχύν τινα χρόνον. Τοιούτων δὴ τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις τῶν κατʼ ἐκεῖνον τὸν καιρὸν κακῶν γεγενημένων δευτέρα πάλιν συμφορὰ προσέπεσε, περὶ ἧς ἐπιχειρήσαντες ἀφηγεῖσθαι καὶ ταῦτα διεξήλθομεν…
Flavius Josephus, Jewish War
-
…φυλάττειν, ἐπεὶ δʼ ἤκουσεν νεωτερίζειν τὸ ἔθνος κἀκ τοῦ πρὸς Ἡρώδην μίσους εὔνουν Ἀντιγόνῳ διαμένον, ἔγνω τοῦτον ἐν Ἀντιοχείᾳ πελεκίσαι · σχεδὸν γὰρ οὐδαμῶς ἠρεμεῖν ἠδύναντο οἱ Ἰουδαῖοι. μαρτυρεῖ δέ μου τῷ λόγῳ Στράβων ὁ Καππάδοξ λέγων οὕτως…
Flavius Josephus, Antiquities of the Jews
-
…ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου. Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρνάβαν Παῦλος…
NA, New Testament
-
…. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαὶ τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. ΕΝ ΤΑΥΤΑΙΣ ΔΕ ΤΑΙΣ ΗΜΕΡΑΙΣ κατῆλθον ἀπὸ Ἰεροσολύμων προφῆται εἰς Ἀντιόχειαν · ἀναστὰς δὲ εἷς ἐξ…
NA, New Testament
-
…τὸ μέγεθος Ἰουδαῖον τὸ γένος Ἐλεάζαρον ὄνομα · διὰ μέντοι τὸ μέγεθος Γίγας ἐκαλεῖτο. ἐπὶ τούτοις Οὐιτέλλιος μὲν ἐπʼ Ἀντιοχείας ᾔει, Ἀρτάβανος δὲ ἐπὶ τῆς Βαβυλωνίας. Ἡρώδης δὲ βουλόμενος διʼ αὐτοῦ πρώτου γενέσθαι πύστιν Καίσαρι τῶν ὁμήρων τῆς…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ τὴν πολιορκίαν αὐτῷ τῆς ἄκρας ἐμήνυσαν. ὁ δὲ τοῖς ἠγγελμένοις παροξυνθείς, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὸν Ἰωνάθην. γενόμενος δὲ ἐν Πτολεμαΐδι γράφει κελεύων αὐτὸν σπεῦσαι πρὸς αὐτὸν εἰς Πτολεμαΐδα. ὁ δὲ τὴν…
Flavius Josephus, Antiquities of the Jews
-
…, καὶ ταύτην ἔπεισιν. ἐπὶ μὲν τὰ Κάρουρα τῆς Καρίας ὅριον πρὸς τὴν Φρυγίαν διὰ Μαγνησίας καὶ Τραλλέων Νύσης Ἀντιοχείας ὁδὸς ἑπτακοσίων καὶ τετταράκοντα σταδίων · ἐντεῦθεν δὲ ἡ Φρυγία διὰ Λαοδικείας καὶ Ἀπαμείας καὶ Μητροπόλεως καὶ Χελιδονίων · ἐπὶ…
Strabo, Geography
-
…δʼ ἑκατέρωθεν ὑποπέπτωκέ τι πεδίον μέγα, καὶ πόλεις πλησίον αὐτῆς πρὸς ἄρκτον μὲν Φιλομήλιον, ἐκ θατέρου δὲ μέρους Ἀντιόχεια ἡ πρὸς Πισιδίᾳ καλουμένη, ἡ μὲν ἐν πεδίῳ κειμένη πᾶσα ἡ δʼ ἐπὶ λόφου ἔχουσα ἀποικίαν Ῥωμαίων · ταύτην…
Strabo, Geography
-
…, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα · καὶ ἐκ πάντων με ἐρύσατο ὁ κύριος. καὶ…
NA, New Testament