ἔνιοι
ἔνιοι, some
- some; never in Ep., Lyr., or Att. Poets before Men., exc. Ar. Pl. 867 (cf. however ἐνίοτε); first used in Ion. Prose, as Hdt. 1.120, 8.56, Hp. Praec. 6; πολλοὶ μὲν . . ἔνιοι δὲ . . Lys. 25.19; ἔνιοι μὲν . . ἔνιοι δὲ . . Pl. Tht. 151a, X. Mem. 4.2.38; ἔνιοι μὲν . . οἱ δὲ . . Pl. Mx. 238e; ἔνιοί τινες Isoc. 15.258: later in sg., οὐ πᾶσα κίνησις θερμαίνει, ἀλλʼ ἐνία ψύχει Arist. Pr. 884b13, cf. Thphr. Vert. 1; περὶ ψυχῆς ἐνίας θεωρῆσαι Arist. Metaph. 1026a5: neut. pl. as Adv., συμμανῆναι ἔνια δεῖ Men. 421; ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον Id. 486.
- some, Lat. aliqui, = ἔστιν οἵ, Hdt., Xen., etc.
-
…τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες. ἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν…
Plato, Republic
-
…ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην, ἤλπιζόν ποθεν χρήματα λήψεσθαι · ἔνιοι γὰρ τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι. τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ ἄλλη τις διαφορὰ ἡμῖν…
Lysias, Speeches
-
…τε τὰ βέλτιστα λέγοντες καὶ τοὺς ἐξαμαρτάνοντας ἀποτρέποντες ; ἴσως δʼ ἂν ἔχοι εἰπεῖν ὅτι ἐδεδοίκει, καὶ ὑμῶν τοῦτο ἐνίοις ἱκανὸν ἔσται. ὅπως τοίνυν μὴ φανήσεται ἐν τῷ λόγῳ τοῖς τριάκοντα ἐναντιούμενος · εἰ δὲ μή, ἐνταυθοῖ δῆλος…
Lysias, Speeches
-
…καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμῳδίας, τοὺς ἀμφί τε Ὀρφέα καὶ Μουσαῖον · ἐνίους δέ τινας ᾔσθημαι καὶ γυμναστικήν, οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος…
Plato, Protagoras
-
…δʼ οὕτω διακειμένης τῆς Ἑλλάδος αὐτοὶ μὲν εἰς τὰς ναῦς ἐμβάντες ἐπʼ Ἀρτεμίσιον ἐβοήθησαν, Λακεδαιμόνιοι δὲ καὶ τῶν συμμάχων ἔνιοι εἰς Θερμοπύλας ἀπήντησαν, ἡγούμενοι διὰ τὴν στενότητα τῶν χωρίων τὴν πάροδον οἷοί τʼ ἔσεσθαι διαφυλάξαι. γενομένου δὲ τοῦ…
Lysias, Speeches
-
…οὐκ ; οἶδʼ ὅ τι δεῖ μάρτυρας παρασχέσθαι · ὅμως δέ · ἐγώ τε γὰρ δέομαι ἀναπαύσασθαι, ὑμῶν τʼ ἐνίοις ἥδιον ὡς πλείστων τοὺς αὐτοὺς λόγους ἀκούειν. Μάρτυρες φέρε δὴ καὶ περὶ Θηραμένους ὡς ἂν δύνωμαι διὰ βραχυτάτων διδάξω…
Lysias, Speeches
-
…κατηγορηκότες, ἔτι δὲ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες πρὸς ὑμᾶς ἐν ᾗ ἂν μάλιστα ἐπιστεύσατε, παῖδες ὄντες ἔνιοι ὑμῶν καὶ μειράκια, ἀτεχνῶς ἐρήμην κατηγοροῦντες ἀπολογουμένου οὐδενός. ὃ δὲ πάντων ἀλογώτατον, ὅτι οὐδὲ τὰ ὀνόματα οἷόν…
Plato, Apology
-
…ποιοῦντας. πέμπτῃ δὲ ἡμέρᾳ εἰσθέμενοι σῖτα μέτρια, ἐπειδὴ ἤδη μέσον ἡμέρας ἦν καὶ οἱ ἐφορμοῦντες ὀλιγώρως εἶχον καὶ ἔνιοι ἀνεπαύοντο, ἐξέπλευσαν ἔξω τοῦ λιμένος, καὶ ἡ μὲν ἐπὶ Ἑλλησπόντου ὥρμησεν, ἡ δὲ εἰς τὸ πέλαγος .…
Xenophon, Hellenica
-
…μεταδεδώκατε, καὶ πολλοὺς ἄν τις οἰκέτας ἴδοι παρʼ ἡμῖν μετὰ πλείονος ἐξουσίας ὅ τι βούλονται λέγοντας ἢ πολίτας ἐν ἐνίαις τῶν ἄλλων πόλεων, ἐκ δὲ τοῦ συμβουλεύειν παντάπασιν ἐξεληλάκατε. εἶθʼ ὑμῖν συμβέβηκεν ἐκ τούτου ἐν μὲν ταῖς ἐκκλησίαις…
Demosthenes, Speeches
-
…ἐς πολεμίαν, καὶ σφαγαὶ τῶν ἐν ποσὶν ἐγίγνοντο νηλεεῖς καὶ ἄλλων ἐπὶ θανάτῳ προγραφαὶ καὶ φυγαὶ καὶ δημεύσεις, ἐνίων δὲ καὶ βάσανοι πάμπαν ἐπαχθεῖς. Ἔργον τε οὐδὲν ἀηδὲς ἀπῆν, μέχρι τῶνδε τῶν στασιάρχων εἷς ἔτει πεντηκοστῷ μάλιστα…
Appian, The Civil Wars