Ἐπιδαύριος
Ἐπιδαύριος, of Epidaurus
-
…, Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι, ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται · οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι…
Herodotus, The Histories
-
…μὲν εἰς ἑξακισχιλίους, Ἠλείων δὲ καὶ Τριφυλίων καὶ Ἀκρωρείων καὶ Λασιωνίων ἐγγὺς τρισχίλιοι καὶ Σικυωνίων πεντακόσιοι καὶ χίλιοι, Ἐπιδαυρίων δὲ καὶ Τροιζηνίων καὶ Ἑρμιονέων καὶ Ἁλιέων ἐγένοντο οὐκ ἐλάττους τρισχιλίων. πρὸς δὲ τούτοις ἱππεῖς μὲν Λακεδαιμονίων περὶ ἑξακοσίους…
Xenophon, Hellenica
-
…ἄρα κωλύοιντο ὑπὸ Κερκυραίων πλεῖν · οἱ δὲ παρεσκευάζοντο αὐτοῖς ὀκτὼ ναυσὶ ξυμπλεῖν, καὶ Παλῆς Κεφαλλήνων τέσσαρσιν. καὶ Ἐπιδαυρίων ἐδεήθησαν, οἳ παρέσχον πέντε, Ἑρμιονῆς δὲ μίαν καὶ Τροιζήνιοι δύο, Λευκάδιοι δὲ δέκα καὶ Ἀμπρακιῶται ὀκτώ .…
Thucydides, The Peloponnesian War
-
…οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων. μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι ; πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς. τί οὖν ; ἠγωνίζου τι ἡμῖν ; καὶ πῶς τι…
Plato, Ion
-
…τοιούτοις λογισμοῖς ἐξώρμησεν, ὡς ἀδικήσων μὲν οὐδένα, τοὺς δὲ ὑπάρχοντας βίας ἀμυνούμενος. καὶ πρῶτον μὲν ἐν τῇ Ἐπιδαυρίᾳ Περιφήτην, ὅπλῳ χρώμενον κορύνῃ καὶ διὰ τοῦτο Κορυνήτην ἐπικαλούμενον, ἁπτόμενον αὐτοῦ καὶ κωλύοντα προάγειν συμβαλὼν ἀπέκτεινεν · ἡσθεὶς…
Plutarch, Theseus
-
…Πύλον ἐκόμισαν τοὺς ἐκ Κρανίων Εἵλωτας λῄζεσθαι, τὰ δʼ ἄλλα ἡσύχαζον. τὸν δὲ χειμῶνα τοῦτον πολεμούντων Ἀργείων καὶ Ἐπιδαυρίων μάχη μὲν οὐδεμία ἐγένετο ἐκ παρασκευῆς, ἐνέδραι δὲ καὶ καταδρομαί, ἐν αἷς ὡς τύχοιεν ἑκατέρων τινὲς διεφθείροντο .…
Thucydides, The Peloponnesian War
-
…, τρίτοι δὲ γεγραμμένοι καὶ τέταρτοι Κορίνθιοί τε καὶ Σικυώνιοι, πέμπτοι δὲ Αἰγινῆται, μετὰ δὲ Αἰγινήτας Μεγαρεῖς καὶ Ἐπιδαύριοι, Ἀρκάδων δὲ Τεγεᾶταί τε καὶ Ὀρχομένιοι, ἐπὶ δὲ αὐτοῖς ὅσοι Φλιοῦντα καὶ Τροίζηνα καὶ Ἑρμιόνα οἰκοῦσιν, ἐκ…
Pausanias, Description of Greece
-
…, Εὐαμερίωνι δὲ ὡς θεῷ θύουσιν. εἰ δὲ ὀρθῶς εἰκάζω, τὸν Εὐαμερίωνα τοῦτον Περγαμηνοὶ Τελεσφόρον ἐκ μαντεύματος, Ἐπιδαύριοι δὲ Ἄκεσιν ὀνομάζουσι. τῆς δὲ Κορωνίδος ἔστι μὲν καὶ ταύτης ξόανον, καθίδρυται δὲ οὐδαμοῦ τοῦ ναοῦ · θυομένων…
Pausanias, Description of Greece
-
…τινα πρόφασιν γυμνικὸν ἔξω τοῦ φρουρίου ποιήσας, ὡς ἐξῆλθε τὸ ἄλλο φρούριον, ἀπέκλῃσε τὰς πύλας · καὶ ὕστερον Ἐπιδαυρίοις ἀνανεωσάμενοι τὰς σπονδὰς αὐτοὶ οἱ Ἀθηναῖοι ἀπέδοσαν τὸ τείχισμα. μετὰ δὲ τὴν τῶν Ἀργείων ἀπόστασιν ἐκ τῆς ξυμμαχίας καὶ…
Thucydides, The Peloponnesian War
-
…Ἀθηνᾶν ἐν τῇ ἀκροπόλει, ξόανον θέας ἄξιον, Κισσαίαν ἐπονομάζουσιν. Αἰγινῆται δὲ οἰκοῦσιν ἔχοντες τὴν νῆσον ἀπαντικρὺ τῆς Ἐπιδαυρίας. ἀνθρώπους δʼ οὐκ εὐθὺς ἐξ ἀρχῆς λέγουσιν ἐν αὐτῇ γενέσθαι · Διὸς δὲ ἐς ἔρημον κομίσαντος Αἴγιναν τὴν Ἀσωποῦ…
Pausanias, Description of Greece