ὑποψία
ὑποψία, suspicion, jealousy
- I of the subject, suspicion, ill-feeling, ὑποψίην ἔς τινα ἔχειν Hdt. 3.52, cf. Th. 4.27, And. 1.68; τὰ ἴχνη τῆς ὑ. φέροντα εἴς τινα Antipho 2.3.10; μεστὸς ὑποψίας Lys. 1.17; ὑ. πρός τινα D. 48.18, Plu. Cic. 43; ὑ. λαμβάνειν κατά τινος D. 29.24; αἱ τῶν μετεώρων ὑ. Epicur. Sent. 11; τὸ σκότος ἐν ὑποψίᾳ ποιούμενος Aeschin. 1.10; ἐν ὑποψίαις, διʼ ὑποψίας ἔχειν τινά, Plu. Pyrrh. 23, Cat.Ma. 23; ὑ. γίγνεται, εἰσῆλθέν τινι, Th. 2.13, Pl. Ly. 218c; ἐς ὑ. καθιστάναι τινά to bring him into suspicion, Th. 5.29; ὑποψίαν πρὸς ἀλλήλους ποιεῖν Lys. 25.30; opp. εἰς ὑποψίας ἐμπεσεῖν, Antipho 2.2.3.
- 2 of the object, ὑ. εἶχον were regarded with suspicion, Hdt. 9.99; πολλὰς ἔχει ὑ. admits of suspicions, Pl. Phd. 84c; ὑ. ἐνδιδόναι ὡς . . Id. Lg. 887e; ὑ. παρέχειν Th. 1.132, cf. Phld. Piet. 111; ὑ. παρέχειν μὴ εἶναί τι Pl. Mx. 247e: Astron., ἡ πρώτη ὑ. the first time the observer suspects he has been a star rising, the first glimpse, Ptol. Alm. 8.6.
- b apprehension, ὁ κατὰ τὴν ὑ. φόβος Epicur. Sent. 34; φόβος καὶ ὑ. Polystr. p.7 W.; αἱ τῶν μετεώρων ὑ. καὶ αἱ περὶ θανάτου Epicur. Sent. 11.
- II jealous, censorious watch, ἡ πρὸς ἀλλήλους τῶν ἐπιτηδευμάτων ὑ. Th. 2.37.
- 1suspicion, jealousy, ὑποψίην ἔχειν ἔς τινα Hdt., Attic; πρός τινα Dem.; ἐν ὑπ. ποιεῖσθαι Aeschin.
- 2of the object, ἔχειν ὑπ. to admit of suspicion, Plat.; ὑπ. παρέχειν Thuc.
-
…καὶ αὐτός ἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας ἢ καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν τι καθορᾷ αὐτά ὑποψίας δʼ οὖν καὶ δείματος μεστὸς γίγνεται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν. ὁ μὲν οὖν εὑρίσκων…
Plato, Republic
-
…ἐγένετο, ἔδοξέ τέ μοι ἡ γυνὴ ἐψιμυθιῶσθαι. ταῦτά μου πάντα εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας. ἐλθὼν δὲ οἴκαδε ἐκέλευον ἀκολουθεῖν μοι τὴν θεράπαιναν εἰς τὴν ἀγοράν, ἀγαγὼν δʼ αὐτὴν ὡς τῶν ἐπιτηδείων τινὰ…
Lysias, Speeches
-
…ἐκείνη μὲν ἀπηλλάγη, ἐγὼ δʼ εὐθέως ἐταραττόμην, καὶ πάντα μου εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας, ἐνθυμούμενος μὲν ὡς ἀπεκλῄσθην ἐν τῷ δωματίῳ, ἀναμιμνῃσκόμενος δὲ ὅτι ἐν ἐκείνῃ τῇ νυκτὶ ἐψόφει ἡ μέταυλος θύρα…
Lysias, Speeches
-
…οὐκ ἄξιον ἐπαρθέντας αὐτῷ φανερὰν ἔχθραν ἤδη καὶ οὐ μέλλουσαν πρὸς Κορινθίους κτήσασθαι, τῆς δὲ ὑπαρχούσης πρότερον διὰ Μεγαρέας ὑποψίας σῶφρον ὑφελεῖν μᾶλλον ἡ γὰρ τελευταία χάρις καιρὸν ἔχουσα, κἂν ἐλάσσων ᾖ, δύναται μεῖζον ἔγκλημα λῦσαι, μηδʼ…
Thucydides, The Peloponnesian War
-
…πρότερον πρὶν ἂν ἥλιος ἀνίσχῃ, κλῄειν δὲ προστάττει πρὸ ἡλίου δεδυκότος, τὰς ἐρημίας καὶ τὸ σκότος ἐν πλείστῃ ὑποψίᾳ ποιούμενος · καὶ τοὺς νεανίσκους τοὺς εἰσφοιτῶντας οὕς τινας δεῖ εἶναι καὶ ἅς τινας ἡλικίας ἔχοντας, καὶ ἀρχὴν ἥτις…
Aeschines, Speeches
-
…οἰκίας ἢν ἄρα μὴ δῃώσωσιν οἱ πολέμιοι ὥσπερ καὶ τὰ τῶν ἄλλων, ἀφίησιν αὐτὰ δημόσια εἶναι καὶ μηδεμίαν οἱ ὑποψίαν κατὰ ταῦτα γίγνεσθαι. παρῄνει δὲ καὶ περὶ τῶν παρόντων ἅπερ καὶ πρότερον, παρασκευάζεσθαί τε ἐς τὸν πόλεμον καὶ…
Thucydides, The Peloponnesian War
-
…ἀφανείᾳ κεκώλυται. ἐλευθέρως δὲ τά τε πρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς ἀλλήλους τῶν καθʼ ἡμέραν ἐπιτηδευμάτων ὑποψίαν, οὐ διʼ ὀργῆς τὸν πέλας, εἰ καθʼ ἡδονήν τι δρᾷ, ἔχοντες, οὐδὲ ἀζημίους μέν, λυπηρὰς…
Thucydides, The Peloponnesian War
-
…. καὶ φέροντες μὲν ἀνδρείως τὰς συμφορὰς δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δὲ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι · χρὴ δὲ οὐδέτερα τούτων, ἀλλʼ ἐκείνους μάλιστα ἡμῶν…
Plato, Menexenus
-
…πάντων ἐν συμφοραῖς παντοίαις ἐχομένων καὶ ἐν εὐπραγίαις, οὐχ ὡς οὐκ ὄντων ἀλλʼ ὡς ὅτι μάλιστα ὄντων καὶ οὐδαμῇ ὑποψίαν ἐνδιδόντων ὡς οὐκ εἰσὶν θεοί τούτων δὴ πάντων ὅσοι καταφρονήσαντες οὐδὲ ἐξ ἑνὸς ἱκανοῦ λόγου, ὡς φαῖεν ἂν ὅσοι…
Plato, Laws
-
…δύναμιν μὴ λάθῃ ἐξ ἄλλου γενόμενος ὁ βασιλεὺς ἢ ἐξ Ἡρακλειδῶν ; ὁ δὲ Περσῶν τοσοῦτον ὑπερβάλλει, ὥστʼ οὐδεὶς ὑποψίαν ἔχει ὡς ἐξ ἄλλου ἂν βασιλεὺς γένοιτο ἢ ἐξ αὐτοῦ · διὸ οὐ φρουρεῖται ἡ βασιλέως γυνὴ ἀλλʼ ἢ ὑπὸ…
Plato, Alcibiades 1