Κελτικός
Κελτικός, Celtic, Gallic
- Celtic, Gallic, fem. Κελτίς, ίδος, Anth.
-
…, ὅσα αὐτοῖς ὑπέσχηντο. διενείμαντο δὲ αὖθις ὅσα καὶ πρότερον ἔθνη καὶ ἐπελάμβανον τὰ Λεπίδου · τήν τε γὰρ Κελτικὴν τὴν ἐντὸς Ἄλπεων ἐδόκει Καίσαρος ἀξιοῦντος αὐτόνομον ἀφιέναι γνώμῃ τοῦ προτέρου Καίσαρος, ὅ τε Λέπιδος διεβάλλετο τὰ πράγματα Πομπηίῳ…
Appian, The Civil Wars
-
…αὐτὸν οἱ παῖδες αὐτοῦ Γερμανικός τε καὶ Δροῦσος ὑπουργοῦντες τῷ πατρί. εἰρηκόσι δʼ ἡμῖν περὶ τῆς Ἰβηρίας καὶ τῶν Κελτικῶν ἐθνῶν καὶ τῶν Ἰταλικῶν σὺν ταῖς πλησίον νήσοις ἐφεξῆς ἂν εἴη λέγειν τὰ λειπόμενα τῆς Εὐρώπης μέρη, διελοῦσι τὸν…
Strabo, Geography
-
…τὴν ἐπιβουλὴν συνεστήσατο τοιῷδέ τινι τρόπῳ. ἵππους παραστησάμενος ταῖς πύλαις παρῆλθε πρὸς τὰς εἰς τὸ θέατρον εἰσόδους ἔχων κεκρυμμένην Κελτικὴν μάχαιραν. τοῦ δὲ Φιλίππου τοὺς παρακολουθοῦντας φίλους κελεύσαντος προεισελθεῖν εἰς τὸ θέατρον καὶ τῶν δορυφόρων διεστώτων, ὁρῶν τὸν…
Diodorus Siculus, Library
-
…εἶναι δοκῶν. .. ἀψαύστως Κίμβρος. Ὅτι ἔθνη δύο Τιγύριοι καὶ Ἑλουήτιοι ἐς τὴν Ῥωμαίων Κελτικὴν ἐσέβαλον, καὶ τούτων τὸν στόλον ὁ Καῖσαρ Γάϊος πυθόμενος διετείχισεν ὅσα περὶ Ῥοδανόν ἐστι ποταμὸν ἐς ἑκατὸν καὶ πεντήκοντα…
Appian, The Gallic History
-
…Ἰουδαῖοι μὲν ἅπαν τὸ ὑπὲρ Εὐφράτην ὁμόφυλον συνεπαρθήσεσθαι σφίσιν ἤλπισαν, Ῥωμαίους δὲ οἵ τε γείτονες Γαλάται παρεκίνουν καὶ τὸ Κελτικὸν οὐκ ἠρέμει, μεστὰ δʼ ἦν πάντα θορύβων μετὰ Νέρωνα, καὶ πολλοὺς μὲν βασιλειᾶν ὁ καιρὸς ἀνέπειθεν, τὰ…
Flavius Josephus, Jewish War
-
…αὐτοῦ Καίσαρος εἰλήφεσαν ἡγεμονίας ἐθνῶν, ἀπεληλύθεσαν ἐπὶ τὰς ἡγεμονίας, Βροῦτος μὲν ὁ Δέκμος ἐς τὴν ὅμορον τῆς Ἰταλίας Κελτικήν, Τρεβώνιος δὲ ἐς τὴν Ἀσίαν τὴν περὶ Ἰωνίαν, Τίλλιος δὲ Κίμβερ ἐς Βιθυνίαν · Κάσσιος δὲ καὶ Βροῦτος…
Appian, The Civil Wars
-
…ἐστὶν ἔθνη τρία, δύο μὲν τῶν ἡγεμόνων ἐπώνυμα, Τροκμοὶ καὶ Τολιστοβώγιοι, τὸ τρίτον δʼ ἀπὸ τοῦ ἐν Κελτικῇ ἔθνους Τεκτόσαγες. κατέσχον δὲ τὴν χώραν ταύτην οἱ Γαλάται πλανηθέντες πολὺν χρόνον καὶ καταδραμόντες τὴν ὑπὸ τοῖς Ἀτταλικοῖς βασιλεῦσι…
Strabo, Geography
-
…ἀνδράσι, τὸν δὲ Καίσαρα καὶ τὴν στρατιὰν καὶ τὰ ἐπίκαιρα τῆς Ἰταλίας ταῖς θεραπείας προκαταλαμβάνειν · τήν τε γὰρ Κελτικὴν Ἀντωνίῳ πρότερον δεδομένην ἐλευθεροῦν μετʼ ἐξαπάτης Ἀντωνίου, καὶ τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀντὶ μόνων ὀκτωκαίδεκα πόλεων τοῖς ἐστρατευμένοις καταγράφειν…
Appian, The Civil Wars
-
…κεφαλὴν ἰδὼν ἐκέλευσε τοῖς παροῦσι θάψαι. τοῦτο Δέκμῳ τέλος ἦν, ἱππάρχῃ τε Καίσαρος γενομένῳ καὶ ἄρξαντι τῆς παλαιᾶς Κελτικῆς ὑπʼ ἐκείνῳ καὶ ἐς τὸ μέλλον ἔτος ὑπατεύειν ὑπʼ αὐτοῦ κεχειροτονημένῳ καὶ τῆς ἑτέρας Κελτικῆς ἄρχειν. καὶ δεύτερος τῶν…
Appian, The Civil Wars
-
…, Βροῦτος ὁ Δέκμος, ἡγούμενος καὶ ὅδε χώρας ἐπικαίρου καὶ στρατοῦ πολλοῦ · ὃν ἐγὼ καὶ θρασύτερον εἰδὼς τὴν Κελτικὴν ἀφῃρούμην, ἐς εὐπρέπειαν ἔτι τῆς βουλῆς Μακεδονίαν ὑπισχνούμενος ἀντιδώσειν, γυμνὴν στρατοῦ γενομένην. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ…
Appian, The Civil Wars