Κρονίων
Κρονίων, son of Cronus
- son of Cronos, i.e. Zeus, Il. 1.397, al.; Ζεὺς Κρονίων ib. 502, al.: gen. Κρονίονος only Il. 14.247, Od. 11.620.
- II Κρονιών (sc. μήν), name of a month at Samos, etc., SIG 976.2 (ii B. C.), al. [Hom. has ῑ in Κρονίων, Κρονίονος, in other cases ῐ: but Tyrt. 2.1, Pi. P. 4.23, etc., use ῐ in Κρονίων.]
- Genit. Κρονίονος Il. 14.247: Od. 11.620. Κρονίωνος Il. 21.184, 230: Od. 8.289. Dat. Κρονίωνι Il. 1.397, Il. 2.102, etc. Acc. Κρονίωνα Il. 1.502, Il. 2.350, etc.: Od. 14.406, Od. 24.472.
- Patronymic of next.
- Of Zeus Il. 1.528, Il. 2.419, Il. 5.753, Il. 6.267, Il. 7.194, Il. 21.175, etc.: Od. 1.386, Od. 3.88, Od. 4.207, Od. 10.21, etc.
- son of Kronos epith. of Zeus. λίσσομαι νεῦσον, Κρονίων P. 1.71 χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις P. 3.57 “Κρονίων Ζεὺς πατὴρ” P. 4.23 ὤπασε δὲ Κρονίων N. 1.16 Κρονίων ἀστεροπὰν ἐλελίξαις N. 9.19 εἰ δυνατόν, Κρονίων N. 9.28 “πάτερ Κρονίων” N. 10.76 “εὐ]ρύοπα Κρονίων Πα. 8A. 15. πατὴρ δὲ Κρονίων μολ[ Pae. 15.5 Κρ]ονίων νεῦσεν ἀνάγκᾳ[ (supp. Lobel) Δ. 4. 17. Κρονίων Ζεύς (Κρονείων Π) ?fr. 334a. 9.
- patronym., son of Cronus, i. e. Zeus, Hom.
-
…χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, Τηλεμάχου · μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων · τῷ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν. ὣς ἔφατʼ Ἀντίνοος · ὁ δʼ…
Homer, Odyssey
-
…ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε · πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη παύσασαι βροτολοιγὸν…
Homer, Iliad
-
…Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων · νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται. τὸν δʼ ἠμείβετʼ…
Homer, Iliad
-
…ἴσαν. αὐτὰρ Ἀχαιοὶ ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες φραχθέντες σάκεσιν χαλκήρεσιν · ἀμφὶ δʼ ἄρά σφι λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο · μίσησεν δʼ…
Homer, Iliad
-
…καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα · Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ…
Homer, Iliad
-
…ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ…
Homer, Iliad
-
…αἵ θʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος. καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο καλούς, ἱμερόεντας…
Hesiod, Theogony
-
…πάντας ἑταίρους. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο · ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων · μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα · αὐτὰρ ἐγὼ…
Homer, Odyssey
-
…τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ…
Homer, Iliad
-
…βῶλος ἀρότρῳ · τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα, τῷ κέ μʼ…
Homer, Odyssey