Σαρδώ
Σαρδώ, Sardinia
- Sardinia, Hdt. 1.170, Ar. V. 700; the obl. cases are sts. Σαρδόνος, -όνι, -όνα (as if from Σαρδών), Plb. 1.24.5 sq., 1.79.1, etc.; Σαρδῶνος is f.l. in Str. 2.4.3: a nom. Σαρδώνη in Hsch. (s.v.l.).-Hence Adj. Σαρδόνιος, Hdt. 1.166, Theoc. 16.86; cf. σαρδάνιος (hence Σαρδονία = Σαρδώ, CIG 2509.14):—also Σαρδονικός, Hdt. 2.105, Arist. Mete. 354a21, Poll. 5.26: Σαρδώνιος, Str. 2.4.3, 2.5.19, etc.; Σαρδωνικός, Lyc. 796; Σαρδῷος, ῴα, ῷον, Plb. 1.42.6, etc.:—Σαρδοί, οἱ, the Sardinians, D.S. 21.16; Σαρδῷοι Plb. 1. 88.9; γῆς τῆς λεγομένης σάρδης, = Lat. Sarda, a kind of fullerʼs earth from Sardinia, Gal. 13.734, cf. Plin. HN 35.196.
- II a precious stone, prob. = σάρδιον or σαρδόνυξ, Luc. Dom. 15, Philostr. Im. 1.6.
- Sardinia, Hdt., Ar.; the obl. cases are sometimes Σαρδόνος, -όνι, -όνα (as if from Σαρδών), Polyb.:—adj. Σαρδόνιος, η, ον, and Σαρδονικός, ή, όν, Hdt.
-
…καὶ τόπων καὶ πραγμάτων γενέσθαι κύριοι, τὸ πολὺ μέρος ἀκμὴν ἀπέλιπον τῆς οἰκουμένης ἀλλότριον. Σικελίας μὲν γὰρ καὶ Σαρδοῦς καὶ Λιβύης οὐδʼ ἐπεβάλοντο καθάπαξ ἀμφισβητεῖν, τῆς δʼ Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν ἰσχνῶς εἰπεῖν οὐδʼ ἐγίνωσκον…
Polybius, Histories
-
…, ἀλλὰ καὶ τῆς Ἰβηρίας ὑπήκοα πολλὰ μέρη πεποιημένους, ἔτι δὲ τῶν νήσων ἁπασῶν ἐγκρατεῖς ὑπάρχοντας τῶν κατὰ τὸ Σαρδόνιον καὶ Τυρρηνικὸν πέλαγος, ἠγωνίων, εἰ Σικελίας ἔτι κυριεύσαιεν, μὴ λίαν βαρεῖς καὶ φοβεροὶ γείτονες αὐτοῖς ὑπάρχοιεν ,…
Polybius, Histories
-
…νηυσὶ ἑκάτεροι ἑξήκοντα. οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα, ἐόντα ἀριθμὸν ἑξήκοντα, ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος. συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο · αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες…
Herodotus, The Histories
-
…, τῇ εἰ ἐπείθοντο, παρεῖχε ἄν σφι εὐδαιμονέειν Ἑλλήνων μάλιστα · ὃς ἐκέλευε κοινῷ στόλῳ Ἴωνας ἀερθέντας πλέειν ἐς Σαρδὼ καὶ ἔπειτα πόλιν μίαν κτίζειν πάντων Ἰώνων, καὶ οὕτω ἀπαλλαχθέντας σφέας δουλοσύνης εὐδαιμονήσειν, νήσων τε ἁπασέων μεγίστην νεμομένους…
Herodotus, The Histories
-
…ἑπόμενος, ἐάν πού τι βλάψαι τοὺς πολεμίους ἢ τῆς λείας ἀποσπάσαι δυνηθῇ. Κατὰ δὲ τοὺς καιροὺς τούτους ἐκ Σαρδόνος μετὰ τῶν στρατοπέδων Γάιος Ἀτίλιος ὕπατος εἰς Πίσας καταπεπλευκὼς προῆγε μετὰ τῆς δυνάμεως εἰς Ῥώμην, ἐναντίαν ποιούμενος τοῖς πολεμίοις…
Polybius, Histories
-
…τῶν νεῶν, παραυτίκα συλληφθεὶς ὑπὸ τῶν διασωθέντων Καρχηδονίων ἀνεσταυρώθη. Ῥωμαῖοι γὰρ ἅμα τῆς θαλάττης ἥψαντο καὶ τῶν κατὰ Σαρδόνα πραγμάτων εὐθέως ἀντείχοντο. Τὰ δʼ ἐν τῇ Σικελίᾳ στρατόπεδα τῶν Ῥωμαίων κατὰ μὲν τὸν ἑξῆς ἐνιαυτὸν οὐδὲν ἄξιον ἔπραξαν…
Polybius, Histories
-
…. καὶ διέλαθον ἐπὶ πολύ. γνωσθέντος δὲ τοῦ γιγνομένου, ποινὴν αἰτούμενοι διωθοῦντο, μέχρι Ῥωμαίων ἐπιστρατεύειν αὐτοῖς ψηφισαμένων Σαρδὼ ποινὴν ἔδωκαν. καὶ τόδε ταῖς προτέραις συνθήκαις ἐνεγράφη. Οὐ πολὺ δὲ ὕστερον οἱ Καρχηδόνιοι στρατεύουσιν ἐς Ἰβηρίαν ,…
Appian, The Punic Wars
-
…βασιλεῦσιν ἀλλοίοις ὄχλοις τε ἀλλοίοις ἐστάλησαν. τὰ μὲν γὰρ ἀρχαιότατα Ἰόλαος Θηβαῖος, ἀδελφιδοῦς ὁ Ἡρακλέους, Ἀθηναίοις ἐς Σαρδὼ καὶ Θεσπιεῦσιν ἡγήσατο · γενεᾷ δὲ μιᾷ πρότερον ἢ ἐξέπλευσαν ἐξ Ἀθηνῶν Ἴωνες, Λακεδαιμονίους τε καὶ Μινύας τοὺς ἐκβληθέντας…
Pausanias, Description of Greece
-
…δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παραπλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν. ἐφʼ ὃν Αὐτάριτος ὁ Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι τὰς ἐν…
Polybius, Histories
-
…ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴν Κυρνίων · Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι. γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, τῆς δὲ νήσου τὰ πρὸς τῆς ἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα…
Pausanias, Description of Greece