εὐπραξία
εὐπραξία, good conduct
- = εὐπραγία, Hdt. 7.49, 8.54, A. Th. 224, S. OC 1554, etc.: pl., E. Ion 566; also in codd. of Th. 1.33, 3.39 (-πραγία Phot.): both forms in Arist., -πραγία Pol. 1325a22, -πραξία EN 1098b22.
- 2 epith. of Artemis at Tyndaris, IG 14.375.
- II good conduct, X. Mem. 3.9.14, Arist. EN 1140b7.
1. voorspoed:
2. het goed handelen.
1) Glück im Handeln, übh. Glück, πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας μήτηρ Aesch. Spt. 206 ; Soph. O.C. 1554 ; Eur. oft, auch im plur., Ion 566 ; Her. in ion. Form εὐπρηξία, 8.54 ; Thuc. nur 1.33 u. 3.39 ; sonst εὐπραγία (v. m. s.); Xen. u. Sp.
2) das gut, recht Handeln, Arist. Eth. 6.5.4 ; die gute Handlung, Xen. Mem. 3.9.14.
- I= εὐπραγία, Hdt., Trag.
- IIgood conduct, Xen.
-
…μετʼ αἰειμνήστου μαρτυρίου τὴν χάριν καταθήσεσθε · ναυτικόν τε κεκτήμεθα πλὴν τοῦ παρʼ ὑμῖν πλεῖστον. καὶ σκέψασθε · τίς εὐπραξία σπανιωτέρα ἢ τίς τοῖς πολεμίοις λυπηροτέρα, εἰ ἣν ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων καὶ χάριτος ἐτιμήσασθε δύναμιν ὑμῖν προσγενέσθαι…
Thucydides, The Peloponnesian War
-
…ποιεῖν εὐδαίμονας τοὺς μὴ ὄντας μηδὲ τοὺς ὄντας ἀφαιρεῖσθαι τὸ μακάριον. συμβάλλεσθαι μὲν οὖν τι φαίνονται τοῖς κεκμηκόσιν αἱ εὐπραξίαι τῶν φίλων, ὁμοίως δὲ καὶ αἱ δυσπραξίαι, τοιαῦτα δὲ καὶ τηλικαῦτα ὥστε μήτε τοὺς εὐδαίμονας μὴ εὐδαίμονας ποιεῖν…
Aristotle, Nicomachean Ethics
-
…τάνδʼ ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ ἁπτόμενον πυρὶ δαΐῳ. μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς · πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας μήτηρ, γυνὴ σωτῆρος · ὧδʼ ἔχει λόγος. ἔστι · θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα · πολλάκι δʼ ἐν…
Aeschylus, Seven Against Thebes
-
…δὲ τῷ λόγῳ καὶ τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν τὸν εὐδαίμονα · σχεδὸν γὰρ εὐζωία τις εἴρηται καὶ εὐπραξία. φαίνεται δὲ καὶ τὰ ἐπιζητούμενα τὰ περὶ τὴν εὐδαιμονίαν ἅπανθʼ ὑπάρχειν τῷ λεχθέντι. τοῖς μὲν γὰρ ἀρετὴ τοῖς…
Aristotle, Nicomachean Ethics
-
…καὶ ἀγαθόν, εἴπερ καὶ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, οἷον τιμαὶ καὶ ἀτιμίαι καὶ τέκνων καὶ ὅλως ἀπογόνων εὐπραξίαι τε καὶ δυστυχίαι. ἀπορίαν δὲ καὶ ταῦτα παρέχει · τῷ γὰρ μακαρίως βεβιωκότι μέχρι γήρως καὶ τελευτήσαντι κατὰ λόγον…
Aristotle, Nicomachean Ethics
-
…μόνους ἔφη φθονεῖν τοὺς ἐπὶ ταῖς τῶν φίλων εὐπραξίαις ἀνιωμένους. θαυμαζόντων δέ τινων εἴ τις φιλῶν τινα ἐπὶ τῇ εὐπραξίᾳ αὐτοῦ λυποῖτο, ὑπεμίμνῃσκεν ὅτι πολλοὶ οὕτω πρός τινας ἔχουσιν, ὥστε κακῶς μὲν πράττοντας μὴ δύνασθαι περιορᾶν, ἀλλὰ…
Xenophon, Memorabilia
-
…. καὶ ἡ πόλις αὐτὸν ἐπιφανῶς ἐξεδέχετο μετὰ δόξης ἀοιδίμου τε καὶ παραλόγου διά τε νεότητα καὶ ταχυεργίαν καὶ μέγεθος εὐπραξίας. οἵ τε φθονοῦντες αὐτῷ τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι. καὶ Σκιπίων μὲν θαυμαζόμενος ἐθριάμβευεν, Ἰνδίβιλις…
Appian, The Wars in Spain
-
…τοὺς ἡδομένους. τὰ μὲν οὖν ἐν τοῖς ὅπλοις πλεονεκτήματα τύχῃ καὶ καιρῷ κρίνεται πολλάκις, ἡ δʼ ἐν ταῖς εὐπραξίαις ἡμερότης ἴδιόν ἐστι σημεῖον τῆς τῶν εὐτυχούντων ἀρετῆς. διὸ μὴ φθονήσητε τῇ πατρίδι περιβόητον γενέσθαι παρὰ πᾶσιν ἀνθρώποις ,…
Diodorus Siculus, Library
-
…οὕτω καὶ τάχιστʼ ἂν ἀπολέσθαι ; ἐρομένου δέ τινος αὐτὸν τί δοκοίη αὐτῷ κράτιστον ἀνδρὶ ἐπιτήδευμα εἶναι, ἀπεκρίνατο · εὐπραξία. ἐρομένου δὲ πάλιν εἰ καὶ τὴν εὐτυχίαν ἐπιτήδευμα νομίζοι εἶναι, πᾶν μὲν οὖν τοὐναντίον ἔγωγʼ, ἔφη ,…
Xenophon, Memorabilia
-
…κατθανεῖν. ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος · ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας. κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν. ἐγὼ δὲ τοξεύσασα…
Euripides, Trojan Women