εὔψυχος
εὔψυχος, of good courage, stout of heart, courageous
- of good courage, stout of heart, θράσος A. Pers. 394; ἀνήρ E. Rh. 510, etc.: Comp., Philostr. VA 6.20; τὸ . . ἐς τὰ ἔργα εὔψυχον Th. 2.39, cf. 43, 4.126; -ότατοι πρὸς τὸ ἐπιέναι Id. 2.11. Adv. -χως X. Eq.Mag. 8.21.
- II (ψύχω) cooling, Thphr. CP 5.14.1 (Comp.).
• Adv. εὐψύχως καὶ προθύμως, Xen. Hipparch. 8.21.
- of good courage, stout of heart, courageous, Lat. animosus, Aesch., etc.; τὸ ἐς τὰ ἔργα εὔψυχον Thuc.; εὐψυχότατοι πρὸς τὸ ἐπιέναι Thuc.:— adv. -χως, Xen.
-
…πᾶσι βαρβάροις παρῆν γνώμης ἀποσφαλεῖσιν · οὐ γὰρ ὡς φυγῇ παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει · σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν. εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος ,…
Aeschylus, Persians
-
…πολεμίων ἰδὼν ὠφεληθείη, πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις ἢ τῷ ἀφʼ ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ · καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκήσει εὐθὺς νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται, ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι…
Thucydides, The Peloponnesian War
-
…τῇ μὲν γνώμῃ θαρσαλέους στρατεύειν, τῷ δʼ ἔργῳ δεδιότας παρεσκευάσθαι · οὕτω γὰρ πρός τε τὸ ἐπιέναι τοῖς ἐναντίοις εὐψυχότατοι ἂν εἶεν πρός τε τὸ ἐπιχειρεῖσθαι ἀσφαλέστατοι. ἡμεῖς δὲ οὐδʼ ἐπὶ ἀδύνατον ἀμύνεσθαι οὕτω πόλιν ἐρχόμεθα, ἀλλὰ τοῖς…
Thucydides, The Peloponnesian War
-
…μᾶλλον ἢ τοῦ ἔργου ἐνδιαιτᾶται. οὓς νῦν ὑμεῖς ζηλώσαντες καὶ τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δʼ ἐλεύθερον τὸ εὔψυχον κρίναντες μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους. οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ…
Thucydides, The Peloponnesian War
-
…, ὅπως μὴ παντάπασιν ἄφοβος ἡ πρὸς ἀλλήλους γίγνηται παιδιά, δείματα δὲ παρέχῃ καί τινα τρόπον δηλοῖ τόν τε εὔψυχον καὶ τὸν μή, καὶ τοῖς μὲν τιμάς, τοῖς δὲ καὶ ἀτιμίας διανέμων ὀρθῶς, τὴν πόλιν ὅλην εἰς…
Plato, Laws
-
…τραύματα λαβὼν καὶ παραβόλως τῇ τόλμῃ κινδυνεύσας μόλις ἐξέσωσε τὴν ἰδίαν ναῦν ἐπιβοηθήσαντος αὐτῷ Φιλοστράτου καὶ συναναδεξαμένου τὸν ἐνεστῶτα κίνδυνον εὐψύχως. συνάψας δὲ τοῖς αὑτοῦ σκάφεσι πάλιν ἐξ ἄλλης ὁρμῆς συνεπλέκετο τοῖς πολεμίοις, τῇ μὲν σωματικῇ δυνάμει παραλυόμενος ὑπὸ…
Polybius, Histories
-
…, κατὰ τοῦτον τὸν καιρὸν ἐπιλιπόντος τοῦ σίτου, καὶ τῇ σπάνει τῶν ἀναγκαίων δεινῶς πιεζούμενοι μέχρι μέν τινος ὑπέμενον εὐψύχως τὴν ἔνδειαν, τῆς δὲ φύσεως ὑπὸ τῆς ἀνάγκης ἡττωμένης καὶ τῆς σωτηρίας ἀπογινωσκομένης συνδραμόντες εἰς ἐκκλησίαν νυκτὸς ἐψηφίσαντο παραδοῦναι…
Diodorus Siculus, Library
-
…δὲ καὶ ταύτης τῆς ἐπιβολῆς διὰ τὸ τοὺς ἐφεστῶτας προαισθομένους τὸ μέλλον ἀσφαλίσασθαι τὴν πύλην, προσήνεγκαν αὑτοῖς τὰς χεῖρας εὐψύχως πάνυ καὶ Λακωνικῶς. Κλεομένης μὲν οὖν οὕτω μετήλλαξε τὸν βίον, ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ…
Polybius, Histories
-
…ἥγηνται τοῦτο οὕτω πικρόν, οὔ μοι τῷ λόγῳ τῷ παρόντι ἦν ἐπεισάγεσθαι · ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον καὶ χρόνου μῆκος ὃν ἐπολέμησαν διάφορα ἐγένετο τῆς Ἀπολλοδώρου τυραννίδος, ἔς γε τὰς συμφορὰς οὐ πολλῷ τινι ἀποδέοι ;…
Pausanias, Description of Greece
-
…ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν · οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι. τοσαύτην δʼ ἄρα τὸ θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν…
Flavius Josephus, Antiquities of the Jews