μεσόγαιος
μεσόγαιος, inland, in the heart of a country
- inland, in the heart of a country, μ. οἰκέειν Hdt. 1.145; τὴν μ. τῆς ὁδοῦ the inland road, Id. 7.124, 9.89; μ. πόλεις Plb. 2.5.2; ὁ μ., opp. οἱ παράκτιοι, IG 5(2).268.25 (Mantinea, i B. C.): Comp. μεσογαιότερος (v.l. -ειό-) Str. 13.1.51: Att. also μεσόγεως, ων, Pl. Lg. 909c; Ep. μεσσόγεως Call. Dian. 37.
- II as Subst. μεσόγαια, ἡ, inland parts, interior, Hdt. 1.175, 2.7, 9, etc.; μεσόγεια, ἡ, Th. 1.100, 120, 6.88, D. 18.301:—also μεσόγαια, τά, App. BC 4.53.
- 2 μεσόγεια, ἡ, continent, Call. Del. 168.
- III Μεσόγειοι, οἱ, inhabitants of the interior of Attica, IG 2(2).1245.
- inland, in the heart of a country, Hdt.; τὴν μ. τῆς ὁδοῦ the inland road, Hdt.
-
…καὶ Φαρέες καὶ Ὤλενος, ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί, καὶ Δύμη καὶ Τριταιέες, οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι. ταῦτα δυώδεκα μέρεα νῦν Ἀχαιῶν ἐστι καὶ τότε γε Ἰώνων ἦν. τούτων δὴ εἵνεκα καὶ οἱ Ἴωνες…
Herodotus, The Histories
-
…ἰδεῖν εἶναι θέαμα εὐδαιμόνων θεατῶν. ζῷα δʼ ἐπʼ αὐτῇ εἶναι ἄλλα τε πολλὰ καὶ ἀνθρώπους, τοὺς μὲν ἐν μεσογαίᾳ οἰκοῦντας, τοὺς δὲ περὶ τὸν ἀέρα ὥσπερ ἡμεῖς περὶ τὴν θάλατταν, τοὺς δʼ ἐν νήσοις ἃς περιρρεῖν τὸν…
Plato, Phaedo
-
…φθοραῖς δαπανωμένων. τοσαῦτα καὶ περὶ τοῦ Πόντου εἰρήσθω. μετὰ δὲ τὴν Πομπηιούπολιν ἡ λοιπὴ τῆς Παφλαγονίας ἐστὶ τῆς μεσογαίας μέχρι Βιθυνίας ἰοῦσι πρὸς δύσιν. ταύτης δὲ καίπερ ὀλίγης οὔσης μικρὸν μὲν πρὸ ἡμῶν ἦρχον πλείους, νῦν δʼ…
Strabo, Geography
-
…καὶ τὸν δόντα ἤλεγξεν. Σύφαξ δʼ οὐ προσδοκῶν ἔτι λήσειν, φανερῶς τοῖς Καρχηδονίοις συνεμάχει, πόλιν τε ἐν μεσογείῳ Θολοῦντα, Ῥωμαίων παρασκευὴν καὶ σῖτον πολὺν ἔχουσαν, ἐκ προδοσίας εἷλε, καὶ τοὺς φρουροῦντας αὐτὴν ἔκτεινεν οὐκ ἐθελήσαντας…
Appian, The Punic Wars
-
…λόγῳ. εἶθʼ οἱ ὅροι τῶν Ἰώνων καὶ τῶν Αἰολέων · εἴρηται δὲ καὶ περὶ τούτων. ἐν δὲ τῇ μεσογαίᾳ τῆς Ἰωνικῆς παραλίας λοιπά ἐστι τὰ περὶ τὴν ὁδὸν τὴν ἐξ Ἐφέσου μέχρι Ἀντιοχείας καὶ τοῦ Μαιάνδρου. ἔστι δὲ…
Strabo, Geography
-
…ὄλεθρον τὸ μὴ μόνον πεισθῆναι Τίτον τῇ σκήψει τῆς ὑπερθέσεως, ἀλλὰ καὶ τῆς πόλεως πορρωτέρω στρατοπεδεύσασθαι πρὸς Κυδασοῖς · μεσόγειος δέ ἐστι Τυρίων κώμη καρτερά, διὰ μίσους ἀεὶ καὶ πολέμου Γαλιλαίοις, ἔχουσα πλῆθός τε οἰκητόρων καὶ τὴν ὀχυρότητα…
Flavius Josephus, Jewish War
-
…ὥσπερ καὶ ἡμεῖς ἀπεδείξαμεν ; ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῇ θαλάττῃ φάναι τοὺς δὲ ἐν τῇ μεσογαίᾳ · ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας. ὁ δὲ τὴν μὲν οὐδʼ ὠνόμακε, τοὺς Κίλικας…
Strabo, Geography
-
…δικαιοσύνης ὑπὲρ τῆς πατρίδος πολιτευόμενον ; οὐκ ἐκ μὲν θαλάττης τὴν Εὔβοιαν προβαλέσθαι πρὸ τῆς Ἀττικῆς, ἐκ δὲ τῆς μεσογείας τὴν Βοιωτίαν, ἐκ δὲ τῶν πρὸς Πελοπόννησον τόπων τοὺς ὁμόρους ταύτῃ ; οὐ τὴν σιτοπομπίαν, ὅπως παρὰ πᾶσαν…
Demosthenes, Speeches
-
…δὲ Ψωφὶς ἔστι μὲν ὁμολογούμενον καὶ παλαιὸν Ἀρκάδων κτίσμα τῆς Ἀζανίδος, κεῖται δὲ τῆς μὲν συμπάσης Πελοποννήσου κατὰ τὴν μεσόγαιον, αὐτῆς δὲ τῆς Ἀρκαδίας ἐπὶ τοῖς πρὸς δυσμὰς πέρασι, συνάπτουσα τοῖς περὶ τὰς ἐσχατιὰς κατοικοῦσι τῶν προσεσπερίων Ἀχαιῶν…
Polybius, Histories
-
…ὥς μοι καὶ πρότερον εἴρηται. Μετὰ δὲ τοὺς γάμους ἦλθεν μὲν διὰ Φοινίκης Σόσσιος προεκπέμψας τὴν δύναμιν διὰ τῆς μεσογαίας, ἦλθεν δὲ καὶ ὁ στρατὸς πλῆθος ἱππέων τε καὶ πεζῶν, παρεγένετο δὲ καὶ ὁ βασιλεὺς ἐκ τῆς Σαμαρείτιδος…
Flavius Josephus, Antiquities of the Jews