στρατοπεδεία
στρατοπεδεία, encampment
- encampment, X. HG 4.1.24, Aen.Tact. 16.15, LXX Jo. 4.3, Plb. 1.48.10, al., D.H. 10.23, Ael. Tact. 3.3.
-
…, καταγελῷεν αὐτοῦ οἱ ἄλλοι τριάκοντα, ἐπορεύετο σὺν ᾗ εἶχε δυνάμει. ἅμα δὲ τῇ ἡμέρᾳ ἐπιπεσὼν τῇ Φαρναβάζου στρατοπεδείᾳ, τῆς μὲν προφυλακῆς αὐτοῦ Μυσῶν ὄντων πολλοὶ ἔπεσον, αὐτοὶ δὲ διαφεύγουσι, τὸ δὲ στρατόπεδον ἁλίσκεται, καὶ…
Xenophon, Hellenica
-
…δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατοπέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας. τῇ δʼ ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συντάξας ἑτοίμους ἔχειν τοὺς…
Polybius, Histories
-
…ἀπὸ τῶν σκοπῶν ἐσομένην δήλωσιν. τῶν δʼ ἱππέων ἅμα τῇ κατὰ τὸν ἥλιον ἀνατολῇ προσιππευσάντων τῇ ναυτικῇ τῶν Καρχηδονίων στρατοπεδείᾳ, καὶ προσδεχθέντων ὑπὸ τῶν φυλάκων ὡς συμμάχων, οὗτοι μὲν εὐθὺς προσδραμόντες τῷ Ἀμίλκᾳ περὶ τὴν θυσίαν γινομένῳ ,…
Diodorus Siculus, Library
-
…θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνάμενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας. καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυμνὸν καὶ…
Polybius, Histories
-
…πλείους ἐν αὐταῖς ταῖς στιβάσι κατεκόπησαν, οἱ δὲ λοιποὶ ῥιπτοῦντες ἑαυτοὺς εἰς τὸν ποταμὸν ἐπειρῶντο διαβαίνειν πρὸς τὴν ἀντίπερα στρατοπεδείαν · οὐ μὴν ἀλλʼ οἱ πλείους καὶ τούτων ἀπώλλυντο. καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία περὶ τὰ στρατόπεδα καὶ…
Polybius, Histories
-
…πάντες διεσώθησαν εἰς τὰς πατρίδας. καὶ Διονύσιος μὲν τὰς ὁδοὺς διαλαβὼν φυλακαῖς ἀπήγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν ἔτι νυκτὸς οὔσης · οἱ δὲ βάρβαροι καταλειφθέντες ὑπό τε τοῦ στρατηγοῦ καὶ τῶν Καρχηδονίων, ἔτι δὲ τῶν Σικελῶν…
Diodorus Siculus, Library
-
…διὰ τὴν ἄγνοιαν, ἔκτεινον τοὺς ἐντυγχάνοντας, καὶ συντεταγμένοι τοῖς τεθορυβημένοις συμπλεκόμενοι πολλοὺς ἀνῄρουν. οἱ δὲ κατὰ τὴν στρατοπεδείαν ὄντες Ἀθηναῖοι πυθόμενοι τὴν τῶν Θετταλῶν ἐπίθεσιν, ἧκον κατὰ σπουδήν, καὶ τοὺς Θετταλοὺς ἐξ ἐφόδου τρεψάμενοι πολὺν ἐποίουν…
Diodorus Siculus, Library
-
…Παρθυαίων. Πολύβιος δεκάτῳ. . Βουλόμενοι δʼ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλιμένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν κατὰ χώραν ἐπήγγειλαν, αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες…
Polybius, Histories
-
…τῶν δεξιῶν γεώλοφος ὑψηλός, ἐκ δὲ τῶν εὐωνύμων ὁ Ἀσωπὸς ποταμός · τὸν δʼ ἀνὰ μέσον τόπον ἐπεῖχεν ἡ στρατοπεδεία, πεφραγμένη τῇ φύσει καὶ ταῖς τῶν τόπων ἀσφαλείαις. τοῖς μὲν οὖν Ἕλλησιν ἐμφρόνως βουλευσαμένοις πολλὰ συνεβάλετο πρὸς τὴν…
Diodorus Siculus, Library
-
…μόνον, οὗ γενομένου πάντες οἱ τοῦ στρατοπέδου τύπτοντες τοῖς ξύλοις καὶ τοῖς λίθοις τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ στρατοπεδείᾳ καταβάλλουσι, τοῖς δʼ ἐκπεσεῖν δυναμένοις οὐδʼ ὣς ὑπάρχει σωτηρία · πῶς γάρ ; οἷς οὔτʼ εἰς τὴν πατρίδα τὴν…
Polybius, Histories