στρατόω
στρατόω, to lead to war
- to be on a campaign, in the field, ἐστρατόωντο Il. 3.187, 4.378; στρατόωντο A.R. 2.387; στρατωθέν assembled as a host, A. Ag. 133 (lyr.): contr. στρατῶ, glossed στρατοπεδεύομαι, Hdn.Gr. 1.442.
- to lead to war; only found in aor1 pass. part. στρατωθέν (sc. στόμιον) the curb formed by the army, Aesch.: v. στρατάω.
-
…καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο · καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι ·…
Homer, Iliad
-
…φασὶ γενέσθαι. ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων · οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης, καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους · οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς…
Homer, Iliad
-
…πρόσθε τὰ δημιοπληθῆ Μοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον · οἶον μή τις ἄγα θεόθεν κνεφά σῃ προτυπὲν στόμιον μέγα Τροίας στρατωθέν. οἴκτῳ γὰρ ἐπί φθονος Ἄρτεμις ἁγνὰ πτανοῖσιν κυσὶ πατρὸς αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν στυγεῖ δὲ δεῖπνον αἰετῶν…
Aeschylus, Agamemnon
-
…ὑμετέραις ἀρεταῖς χρῆται παραδείγμασι περὶ τῆς ἑαυτοῦ πονηρίας. τολμᾷ γὰρ λέγειν ὡς Ἀλκιβιάδης οὐδὲν δεινὸν εἴργασται ἐπὶ τὴν πατρίδα στρατεύσας · καὶ γὰρ ὑμᾶς φεύγοντας Φυλὴν καταλαβεῖν καὶ δένδρα τεμεῖν καὶ πρὸς τὰ τείχη προσβαλεῖν, καὶ ταῦτα ποιήσαντας οὐκ…
Lysias, Speeches
-
…Ὀρχομενὸν καὶ ἧττα Φωκέων. ἄλλαι μάχαι τοῖς αὐτοῖς παρὰ τὸν Κηφισὸν καὶ Κορώνειαν καὶ νίκη Βοιωτῶν. ὡς Φάυλλος στρατεύσας εἰς τὴν Λοκρίδα πολλὰς πόλεις ἐχειρώσατο. ὡς Φάυλλος νόσῳ περιπεσὼν φθινάδι τὸν βίον ἐπιπόνως κατέστρεψεν. ὡς Φάλαικος διαδεξάμενος…
Diodorus Siculus, Library
-
…γῇ προσηλωμένον. καὶ οὕτως μὲν ἡ νίκη αὕτη περιέστη κατὰ τὰ ὑπὸ Δαβώρας εἰρημένα εἰς γυναῖκα. Βάρακος δὲ στρατεύσας ἐπʼ Ἄσωρον Ἰοαβινόν τε ὑπαντιάσαντα κτείνει καὶ τοῦ στρατηγοῦ πεσόντος καθελὼν εἰς ἔδαφος τὴν πόλιν στρατηγεῖ τῶν Ἰσραηλιτῶν ἐπʼ ἔτη…
Flavius Josephus, Antiquities of the Jews
-
…πείσας τριακοσίοις ταλάντοις καὶ δὴ καὶ ξενοτροφεῖν πρῶτος Ἰουδαίων ἐκ τῆς περιουσίας ἤρξατο. Αὖθίς γε μὴν Ἀντίοχος ἐπὶ Μήδους στρατεύσας καιρὸν ἀμύνης αὐτῷ παρεῖχεν · εὐθέως γὰρ ὥρμησεν ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις, κενάς, ὅπερ ἦν, ὑπολαμβάνων…
Flavius Josephus, Jewish War
-
…τῶν κατὰ τὸν Εὐεργέτην ἐπικληθέντα Πτολεμαῖον καιρῶν, ἐν οἷς ἐκεῖνος διὰ τὰ Βερενίκης συμπτώματα καὶ τὴν ὑπὲρ ἐκείνης ὀργὴν στρατεύσας εἰς τοὺς κατὰ Συρίαν τόπους ἐγκρατὴς ἐγένετο ταύτης τῆς πόλεως. Οὐ μὴν ἀλλʼ Ἀντίοχος κριθέντων τούτων Διογνήτῳ μὲν τῷ…
Polybius, Histories
-
…οἳ διδάξειν ἔμελλον περὶ ἑκάστων. καὶ οὐχ εὗρον ἐρευνώμενος, ὅ τι σαφῶς ἀντεγράφετο αὐτοῖς. οἱ δὲ τῶν στρατῶν ἡγεμόνες συνομόσαντες κρινεῖν τοῖς ἄρχουσιν αὖθις, ὃ δοκοίη δίκαιον εἶναι, καὶ τοὺς ἀπειθοῦντας ἐς αὐτὸ συναναγκάσειν, ἐκάλουν…
Appian, The Civil Wars
-
…καταλυθῇ ἀλλὰ Θρασύβουλος, οἱ δὲ συστάντες αὐτῶν, ὡς καιρὸν ἔχοντες, ἐξέβαλον ἅπαντας αὐτούς · Διονύσιον δὲ Δίων στρατεύσας, κηδεστὴς ὢν καὶ προσλαβὼν τὸν δῆμον, ἐκεῖνον ἐκβαλὼν διεφθάρη. δύο δὲ οὐσῶν αἰτιῶν διʼ ἃς μάλιστʼ ἐπιτίθενται…
Aristotle, Politics