ἀριστεῖα
ἀριστεῖα, the prize of the best and bravest
- the meed of valour, ἀ. διδόναι τῷ ἀξιωτάτῳ Hdt. 8.123, cf. 124; ἀπαίτεε τοὺς Αἰγινήτας τὰ ἀ. demanded of them the reward (they had received) for prowess, ib. 122; τὰ ἀ. τῆς νίκης φέρεσθαι Hp. Aër. 23, cf. S. Aj. 464, Pl. Lg. 919e, Isoc. 9.16, etc.; ἀ. τῆς θεοῦ offered to her, IG 2.652A30, al.; ἀριστεῖον τῷ θεῷ ib. 814a A 32, cf. SIG 276 A 9 (Delph.), D. 22.72: less freq. in sg. in same sense, Hdt. 8.11, Luc. D Deor. 2[22].3.
- 2 in sg., monument of valour, memorial, τοῦ πρὸς τοὺς βαρβάρους πολέμου D. 19.272, cf. 59.97.
- 1the prize of the best and bravest, the meed of valour, Hdt., Soph., Plat.:—rarely so in sg., Hdt.
- 2in sg. a monument of valour, memorial, Dem.
-
…. καὶ γὰρ τίνες ἂν τούτοις τῶν ἄλλων Ἑλλήνων ἤρισαν γνώμῃ καὶ πλήθει καὶ ἀρετῇ ; ὥστε δικαίως μὲν ἀναμφισβήτητα τἀριστεῖα τῆς ναυμαχίας ἔλαβον παρὰ τῆς Ἑλλάδος, εἰκότως δὲ τὴν εὐτυχίαν ὁμονοοῦσαν τοῖς κινδύνοις ἐκτήσαντο, γνησίαν δὲ καὶ αὐτόχθονα…
Lysias, Speeches
-
…ἐκλιποῦσα κερκίδας ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν. φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις ὡς ἀγκρεμασθῇ · σὺ δέ, πάτερ, δέξαι χεροῖν · γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν…
Euripides, Bacchae
-
…καθάπερ τὸ δίκαιον, ἀλλʼ ὡς θειότερόν τι καὶ βέλτιον μακαρίζει. δοκεῖ δὲ καὶ Εὔδοξος καλῶς συνηγορῆσαι περὶ τῶν ἀριστείων τῇ ἡδονῇ · τὸ γὰρ μὴ ἐπαινεῖσθαι τῶν ἀγαθῶν οὖσαν μηνύειν ᾤετο ὅτι κρεῖττόν ἐστι τῶν ἐπαινετῶν, τοιοῦτον δʼ…
Aristotle, Nicomachean Ethics
-
…πέλαγος Αἰγαῖον περῶ ; καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς Τελαμῶνι ; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ, ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν ; οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν πρὸς ἔρυμα Τρώων…
Sophocles, Ajax
-
…. οἱ δὲ Ἐφέσιοι τροπαῖον ἐνταῦθα ἔστησαν καὶ ἕτερον πρὸς τῷ Κορησσῷ. τοῖς δὲ Συρακοσίοις καὶ Σελινουσίοις κρατίστοις γενομένοις ἀριστεῖα ἔδωκαν καὶ κοινῇ καὶ ἰδίᾳ πολλοῖς, καὶ οἰκεῖν ἀτέλειαν ἔδοσαν τῷ βουλομένῳ ἀεί · Σελινουσίοις δέ, ἐπεὶ ἡ…
Xenophon, Hellenica
-
…καὶ τὰς ὑστέρας μάχας ἐτόλμησαν διακινδυνεύειν οἱ Ἕλληνες ὑπὲρ τῆς σωτηρίας, μαθηταὶ τῶν Μαραθῶνι γενόμενοι. τὰ μὲν οὖν ἀριστεῖα τῷ λόγῳ ἐκείνοις ἀναθετέον, τὰ δὲ δευτερεῖα τοῖς περὶ Σαλαμῖνα καὶ ἐπʼ Ἀρτεμισίῳ ναυμαχήσασι καὶ νικήσασι. καὶ γὰρ…
Plato, Menexenus
-
…δικαστήριον, γραφέσθω δὲ ὁ γραφόμενος, ὃν ἂν γράφηται, λέγουσαν τὴν γραφὴν ἀνάξιον εἶναι τὸν καὶ τὸν τῶν ἀριστείων καὶ τῆς ἀρχῆς · καὶ ἐὰν μὲν ὁ φεύγων ἁλῷ, στερέσθω τῆς ἀρχῆς καὶ τοῦ τάφου καὶ τῶν ἄλλων…
Plato, Laws
-
…συνδιέσωσε καὶ τὰ ὅπλα καὶ αὐτὸν ἐμέ. καὶ ἐγὼ μέν, ὦ Σώκρατες, καὶ τότε ἐκέλευον σοὶ διδόναι τἀριστεῖα τοὺς στρατηγούς, καὶ τοῦτό γέ μοι οὔτε μέμψῃ οὔτε ἐρεῖς ὅτι ψεύδομαι · ἀλλὰ γὰρ τῶν στρατηγῶν πρὸς τὸ…
Plato, Symposium
-
…ἀγορᾷ μηδʼ ἐν δικαστηρίῳ μηδʼ ἐν συλλόγῳ κοινῷ μηδενί · κολαζέτω δὲ ὁ τούτων ἄρχων ἕκαστος ἀνατί, ἢ μηδέποτʼ ἀριστείων πέρι φιλονικήσῃ, νόμων ὡς οὐ κηδόμενος οὐδὲ ποιῶν τὰ προσταχθέντα ὑπὸ τοῦ νομοθέτου. ἐὰν δέ τις ἐν ἄλλοις…
Plato, Laws
-
…δεῖ σύλλογον ἡμῖν ἐν τῇ πόλει γίγνεσθαι τοιόνδε τινά ; δέκα μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους ἀεί, τοὺς δὲ τἀριστεῖα εἰληφότας ἅπαντας δεῖν εἰς ταὐτὸ συλλέγεσθαι τούτοις, ἔτι δὲ τοὺς ἐκδημήσαντας ἐπὶ ζήτησιν εἴ τί που πρὸς τὴν νομοφυλακίαν…
Plato, Laws