Ἀγαθοκλῆς
Ἀγαθοκλῆς, Agathocles
I
1 músico del s. VI/V a.C., discípulo de Pitoclides y maestro de Damón, tb. mencionado como maestro de Píndaro, Pl.La.180d, Prt.316e, Sch.Pl.Alc.1.118c, Vit.Pi.p.1.12.
2 arconte ateniense, D.47.44.
3 tirano de Siracusa, Plb.12.15.1, Alex.Aet.5.1.
4 de Cranón en Tesalia, padre de Lisímaco rey de Pérgamo, s. IV a.C., Str.13.4.1, Arr.An.6.28.4, Post.Alex.1.2, Ind.18.3.
5 hijo del tirano Agatocles, de principios del s. III a.C., D.S.21.15, 16.
6 macedonio, hijo mayor del rey Lisímaco, de principios del s. III a.C., D.S.21.11, Str.13.4.1, Plu.Demetr.31, 46, 47, Paus.1.9.6.
7 historiador del III a.C., Agathocl., I.
8 poeta cómico, s. II a.C., vencedor en las Leneas IG 22.2325.186, cf. 2323.242.
9 hijo de Enante, jefe del gobierno de Ptolomeo IV Filopátor, Plb.5.63.1, 15.25.5, 33.
10 de Tiro, filósofo académico, discípulo de Carnéades, Phld.Acad.Hist.23.7.
11 médico, quizás contemporáneo de Augusto, autor de un tratado
περὶ διαίτης
12 filósofo estoico, Luc.Icar.16.
13 filósofo peripatético del s. II d.C., Luc.Demon.29.
14 de Samos, autor de una obra titulada
Πεσσινουντίων πολιτεία
15 de Mileto, autor de una obra titulada
περὶ ποταμῶν
16 de Atrax en Tesalia, escritor de haliéutica en prosa, Ath.13c.
II geog. Ἀγαθοκλέους δύο (νῆσοι) Islas de Agatocles dos islas del mar Rojo, Ptol.Geog.6.7.45.
-
…Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός, τὸ δὲ ἀρχαῖον Μεγαρεύς · μουσικὴν δὲ Ἀγαθοκλῆς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο, μέγας ὢν σοφιστής, καὶ Πυθοκλείδης ὁ Κεῖος καὶ ἄλλοι πολλοί. οὗτοι πάντες…
Plato, Protagoras
-
…εἰσὶ δʼ αὗται Μεσσήνη καὶ Ῥήγιον. Μεσσήνην μὲν γὰρ οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν Καμπανοὶ παρʼ Ἀγαθοκλεῖ μισθοφοροῦντες καὶ πάλαι περὶ τὸ κάλλος καὶ τὴν λοιπὴν εὐδαιμονίαν τῆς πόλεως ὀφθαλμιῶντες ἅμα τῷ λαβεῖν καιρὸν εὐθὺς ἐπεχείρησαν παρασπονδεῖν…
Polybius, Histories
-
…κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον Λάχητος · καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις .…
Plato, Laches
-
…τῷ Θεοφήμῳ πέντε καὶ εἴκοσι δραχμῶν προστιμηθῆναι. καὶ ταῦτα ὡς ἀληθῆ λέγω, ὑμῶν τε δέομαι ὅσοι ἐβούλευον ἐπʼ Ἀγαθοκλέους ἄρχοντος φράζειν τοῖς παρακαθημένοις, καὶ ὅσους ἐδυνάμην ἐγὼ ἐξευρεῖν τῶν τότε βουλευόντων, μάρτυρας ὑμῖν παρέξομαι. Μάρτυρες ἐγὼ…
Demosthenes, Speeches
-
…καὶ θυγατέρα συνοικίσας ἀνάγκῃ τὸ πλέον · οἱ δὲ οὐκ Ἀγαθοκλέα, Λυσίμαχον δὲ αὐτὸν ἁλῶναι λέγουσιν, ἀνασωθῆναι δὲ Ἀγαθοκλέους τὰ πρὸς τὸν Γέτην ὑπὲρ αὐτοῦ πράξαντος. ὡς δὲ ἐπανῆλθεν, Ἀγαθοκλεῖ Λυσάνδραν γυναῖκα ἠγάγετο, Πτολεμαίου τε τοῦ…
Pausanias, Description of Greece
-
…παρακομιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν τοὺς περὶ τὸν Τληπόλεμον. ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν τῶν περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήν τε τῶν πολλῶν καὶ τὴν τοῦ Τληπολέμου · τὴν γὰρ Δανάην, ἥτις…
Polybius, Histories
-
…πάνυ βραχεῖ χρόνῳ καταγνωσθείς. Διόπερ οὐ χρὴ τοῖς τοιούτοις προσάπτειν τὸν ἐπιμετροῦντα λόγον, καθάπερ εἶπα, τῷ δʼ Ἀγαθοκλεῖ καὶ Διονυσίῳ τοῖς Σικελιώταις καί τισιν ἑτέροις τῶν ἐν πράγμασιν ἐπʼ ὀνόματος γεγονότων. ἐκείνων γὰρ ὁ μὲν ἕτερος ἐκ…
Polybius, Histories
-
…ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτʼ ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας λοιδορίαν. ἐπεχεῖτο…
Polybius, Histories
-
…τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας. ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφηναν…
Polybius, Histories
-
…πρὸς τοὺς καιροὺς ἐπολιτεύετο ὁρῶν ἐπιτηδείους πρὸς νεωτερισμόν · ὅ τε γὰρ Λυσίμαχος κακοῖς οἰκείοις περιπεσὼν ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα, Σέλευκός τε ἐπελθὼν ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. τοιούτων δὲ…
Strabo, Geography