Ἀμφίπολις
Ἀμφίπολις, Amphipolis
1
2
Strong 295
Amphipolis, in Macedonia, so called because the river Strymon flowed around it: Ac 17:1.†
-
…, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτειδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ Δηλίῳ, τότε μὲν οὗ ἐκεῖνοι ἔταττον ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ…
Plato, Apology
-
…δʼ ἐστὶ τὸ πεδίον, ὡς ἐπιδέξιον μὲν εἶναι τοῖς ἄνωθεν ὁρμῶσιν ἐκ τῶν Φιλίππων, ἄναντες δὲ τοῖς ἐξ Ἀμφιπόλεως βιαζομένοις. Φιλίππων μὲν οὖν ἐστιν ἕτερος λόφος οὐ μακράν, ὃν Διονύσου λέγουσιν, ἐν ᾧ καὶ τὰ χρυσεῖα…
Appian, The Civil Wars
-
…Ὀρθόπολιν Φιλιππούπολιν Γαρησκόν. ἐν δὲ τοῖς Βισάλταις ἀνὰ ποταμὸν ἰόντι τὸν Στρυμόνα καὶ ἡ Βέργη ἵδρυται, κώμη ἀπέχουσα Ἀμφιπόλεως περὶ διακοσίους σταδίους. ἐπὶ δὲ ἄρκτους ἰόντι ἀπὸ Ἡρακλείας καὶ τὰ στενὰ διʼ ὧν ὁ Στρυμὼν φέρεται, δεξιὸν…
Strabo, Geography
-
…. ὧν ἕνα μὲν καὶ πρῶτον, ὡς ἔγωγε ἀκούω, καταλογίζεται ἐκεῖνον τὸν χρόνον ἐν ᾧ πρὸς Φίλιππον ὑπὲρ Ἀμφιπόλεως ἐπολεμοῦμεν · τοῦτον δʼ ἀφορίζεται τῇ γενομένῃ εἰρήνῃ καὶ συμμαχίᾳ ἣν Φιλοκράτης ὁ Ἁγνούσιος ἔγραψε καὶ αὐτὸς οὗτος μετʼ ἐκείνου…
Aeschines, Speeches
-
…καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων ἁπάντων παρασκευὰς ἐποιεῖτο. ὡς δʼ αὐτῷ πάντα παρεσκεύαστο, ἀνέζευξεν ἐκ τῆς Ἀμφιπόλεως μετὰ τῆς δυνάμεως, καὶ παραγενόμενος εἰς τὴν καλουμένην Ἀκτὴν κατεστρατοπέδευσεν. ἐν ταύτῃ δʼ ὑπῆρχον πέντε πόλεις, ὧν…
Diodorus Siculus, Library
-
…· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ. Ἐπεμελεῖτο δὲ καὶ σωμασκίας, καὶ ἦν εὐέκτης. ἐστρατεύσατο γοῦν εἰς Ἀμφίπολιν καὶ Ξενοφῶντα ἀφʼ ἵππου πεσόντα ἐν τῇ κατὰ Δήλιον μάχῃ διέσωσεν ὑπολαβών · ὅτε καὶ πάντων φευγόντων Ἀθηναίων αὐτὸς ἠρέμα…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…καὶ ὁ μὲν ἀκούσας κατὰ τάχος ἑπτὰ ναυσὶν αἳ ἔτυχον παροῦσαι ἔπλει, καὶ ἐβούλετο φθάσαι μάλιστα μὲν οὖν τὴν Ἀμφίπολιν, πρίν τι ἐνδοῦναι, εἰ δὲ μή, τὴν Ἠιόνα προκαταλαβών. ἐν τούτῳ δὲ ὁ Βρασίδας δεδιὼς καὶ…
Thucydides, The Peloponnesian War
-
…πλήθη προήγετο, πρός τε τὸ πλῆθος τῶν ἐπιφερομένων κινδύνων εὐστόχως ἀντεμηχανᾶτο. θεωρῶν γὰρ τοὺς Ἀθηναίους ὑπὲρ τοῦ τὴν Ἀμφίπολιν ἀνακτήσασθαι τὴν πᾶσαν φιλοτιμίαν εἰσφερομένους καὶ διὰ τοῦτο κατάγοντας τὸν Ἀργαῖον ἐπὶ τὴν βασιλείαν ἑκουσίως ἐξεχώρησε τῆς πόλεως, ἀφεὶς…
Diodorus Siculus, Library
-
…χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτʼ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς · μέμνησθε γὰρ δήπου λέγοντʼ αὐτὸν ὅτι περὶ δʼ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν · ἵνα δʼ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον. ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην…
Demosthenes, Speeches
-
…δὴ ἡ μάχη οὕτως ἐγένετο. ὁ δʼ Ἀγησίλαος σπεύδων μὲν ἐκ τῆς Ἀσίας ἐβοήθει · ὄντι δʼ αὐτῷ ἐν Ἀμφιπόλει ἀγγέλλει Δερκυλίδας ὅτι νικῷέν τε αὖ Λακεδαιμόνιοι, καὶ αὐτῶν μὲν τεθνάναι ὀκτώ, τῶν δὲ πολεμίων παμπλήθεις · ἐδήλου…
Xenophon, Hellenica