ἐπαρχία
ἐπαρχία, the government of a province
- the government of an ἔπαρχος, or the district governed by him, = Lat. provincia, Plb. 2.19.2, SIG 888.45 (Scaptopara, iii A. D.), Str. 3.4.20, 17.3.25 (pl.), D.S. 37.10, 38.8, al., Act.Ap. 23.34, Plu. Caes. 4; of Carthage, empire, Phleg. Mir. 18.
- II military ‘command’, force occupying a district, Ph. Bel. 96.49 (pl.).
- the government of a province, Plut. from ἔπαρχος
-
…περὶ Ἰουδαίων ἔχοι γνώμην Κλαύδιος Καῖσαρ · αὐτίκα δὲ Ἀγρίππαν κομιούμενον τὴν βασιλείαν ἐπὶ τιμαῖς λαμπροτέραις ἐξέπεμψε τοῖς ἐπὶ τῶν ἐπαρχιῶν ἡγεμόσιν καὶ τοῖς ἐπιτρόποις διὰ γραμμάτων ἐπιστείλας ἐράσμιον ἄγειν αὐτόν. ὁ δʼ, ὡς εἰκὸς ἦν τὸν ἐπὶ κρείττοσιν…
Flavius Josephus, Antiquities of the Jews
-
…κακῶς. Τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον ; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδʼ ὑπατεία οὐδʼ ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι. τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαραπόδιστον…
Epictetus, Discourses
-
…λέγε καὶ τοῦτον θαρρῶν μὴ εἶναι ἐλεύθερον · καὶ μὴ μόνον, ἂν δειπναρίου ἕνεκα αὐτὸ ποιῇ, ἀλλὰ κἂν ἐπαρχίας ἕνεκα κἂν ὑπατείας. ἀλλʼ ἐκείνους μὲν μικροδούλους λέγε τοὺς μικρῶν τινων ἕνεκα ταῦτα ποιοῦντας, τούτους δʼ, ὡς…
Epictetus, Discourses
-
…μεγάλῃ, καὶ τοῖς περὶ αὐτὸν οὐκ ὀλίγοις χώρα τε ὑπέκειτο ἱερὰ καὶ ἦν τοῦ ἱερέως. Πομπήιος δὲ πολλὰς ἐπαρχίας προσώρισε τῷ τόπῳ καὶ πόλιν ὠνόμασε καὶ ταύτην καὶ τὴν Μεγαλόπολιν, συνθεὶς ταύτην τε εἰς ἓν τήν τε Κουλουπηνὴν…
Strabo, Geography
-
…προφέρων. τέλος γοῦν ἀνηρέθισε σφόδρα ὁ Σίλας τοῦ βασιλέως τὸν θυμὸν κἀκεῖνος ὀργῇ πλέον ἢ λογισμῷ διδοὺς οὐ τῆς ἐπαρχίας μόνον μετέστησε τὸν Σίλαν, ἀλλὰ καὶ παρέδωκεν δεθησόμενον εἰς τὴν ἐκείνου πατρίδα πέμψας. χρόνῳ δὲ τὸν θυμὸν ἠμβλύνθη…
Flavius Josephus, Antiquities of the Jews
-
…ὃς ἦρχε τῆς Χαλκίδος, καθίστησιν Κλαύδιος εἰς τὴν βασιλείαν τοῦ θείου τὸν Ἀγρίππαν υἱὸν Ἀγρίππα · τῆς δʼ ἄλλης ἐπαρχίας διαδέχεται τὴν ἐπιτροπὴν ἀπὸ Ἀλεξάνδρου Κουμανός, ἐφʼ οὗ θόρυβοί τε ἤρξαντο καὶ φθορὰ πάλιν Ἰουδαίων ἐγένετο. συνεληλυθότος γὰρ…
Flavius Josephus, Jewish War
-
…καὶ τοῖς ἄλλοις θρέμμασι πρόσφορος · ἅπασα δʼ οἰκήσιμος καλῶς. ἐδόθη δὲ καὶ ἡ Ἀμάσεια βασιλεῦσι, νῦν δʼ ἐπαρχία ἐστί. λοιπὴ δʼ ἐστὶν ἡ ἐκτὸς Ἅλυος χώρα τῆς Ποντικῆς ἐπαρχίας ἡ περὶ τὸν Ὄλγασσυν, συναφὴς τῇ Σινωπίδι…
Strabo, Geography
-
…. Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ τριῶν ἀνδρῶν καταστάντων περὶ τῶν δημοσίων πραγμάτων εἶπεν · ἐπεὶ Γάιος Κάσσιος ταύτῃ τῇ ὑποστάσει ἀλλοτρίαν ἐπαρχίαν κατεχομένην ὑπὸ στρατοπέδων καὶ συμμάχους ὄντας διήρπασεν καὶ ἐξεπολιόρκησεν τὸ Ἰουδαίων ἔθνος φίλον ὑπάρχον τοῦ Ῥωμαίων δήμου, τὴν ἀπόνοιαν…
Flavius Josephus, Antiquities of the Jews
-
…περὶ ὧν οὐ νῦν καιρὸς λέγειν. Πάρθους δὲ μετὰ τὸν Κράσσον ἐπιδιαβαίνειν εἰς Συρίαν ὡρμημένους ἀνέκοπτεν Κάσσιος εἰς τὴν ἐπαρχίαν διαφυγών. περιποιησάμενος δὲ αὐτὴν ἐπὶ Ἰουδαίους ἠπείγετο, καὶ Ταριχέας μὲν ἑλὼν εἰς τρεῖς μυριάδας Ἰουδαίων ἀνδραποδίζεται, κτείνει…
Flavius Josephus, Jewish War
-
…κατὰ πόδας, ὡς δʼ οὗτός φησι, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ κειμένην τῇ τῶν Συρακοσίων καὶ Καρχηδονίων ἐπαρχίᾳ. λοιπὸν ἀνάγκη συγχωρεῖν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς, καὶ νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ…
Polybius, Histories