ἑξήκοντα
ἑξήκοντα, ἑξήκοντα, sixty
- indecl., sixty, Il. 2.587, etc.; οἱ ἑ., a college of γελωτοποιοί at Athens, Telephan. ap. Ath. 14.614d.
indeclinable
[ἕξ.]
Sixty Il. 2.587, 610.
With another numeral: τριηκόσιοί τε καὶ ἑ. Od. 14.20.
- indecl. sixty, Hom., etc.
-
…χρησάμενοι Τυρσηνοὶ καὶ Καρχηδόνιοι, νηυσὶ ἑκάτεροι ἑξήκοντα. οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα, ἐόντα ἀριθμὸν ἑξήκοντα, ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος. συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο · αἱ…
Herodotus, The Histories
-
…γενομένης καὶ τοῦ ἡλίου ἐκλάμψαντος καθορᾷ τὰς τοῦ Μινδάρου ναῦς γυμναζομένας πόρρω ἀπὸ τοῦ λιμένος καὶ ἀπειλημμένας ὑπʼ αὐτοῦ, ἑξήκοντα οὔσας. οἱ δὲ Πελοποννήσιοι ἰδόντες τὰς τῶν Ἀθηναίων τριήρεις οὔσας πλείους τε πολλῷ ἢ πρότερον καὶ πρὸς τῷ λιμένι…
Xenophon, Hellenica
-
…Ἕλος τʼ ἔφαλον πτολίεθρον, οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο, τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος ἑξήκοντα νεῶν · ἀπάτερθε δὲ θωρήσσοντο · ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς ὀτρύνων πόλεμονδε · μάλιστα δὲ ἵετο θυμῷ…
Homer, Iliad
-
…ὅτε Ἀμεινοκλῆς Σαμίοις ἦλθεν. ναυμαχία τε παλαιτάτη ὧν ἴσμεν γίγνεται Κορινθίων πρὸς Κερκυραίους · ἔτη δὲ μάλιστα καὶ ταύτῃ ἑξήκοντα καὶ διακόσιά ἐστι μέχρι τοῦ αὐτοῦ χρόνου. οἰκοῦντες γὰρ τὴν πόλιν οἱ Κορίνθιοι ἐπὶ τοῦ Ἰσθμοῦ αἰεὶ δή ποτε…
Thucydides, The Peloponnesian War
-
…ὅμως μέντοι τὴν θερείην πᾶσαν αὐτοῦ ταύτῃ διέτριψαν ἐργαζόμενοι. ὡς δὲ τὸν Γύνδην ποταμὸν ἐτίσατο Κῦρος ἐς τριηκοσίας καὶ ἑξήκοντα διώρυχάς μιν διαλαβών, καὶ τὸ δεύτερον ἔαρ ὑπέλαμπε, οὕτω δὴ ἤλαυνε ἐπὶ τὴν Βαβυλῶνα. οἱ δὲ Βαβυλώνιοι…
Herodotus, The Histories
-
…ποτὸν ἦγον ὕδωρ διὰ γῆς, ἐγκατακρυβῆναι τῶν ἄλλων πρὸς τῇ σφαγῇ τὰς διανοίας ἐχόντων, οἳ τὸν ἀριθμὸν ἦσαν ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις γυναικῶν ἅμα καὶ παίδων αὐτοῖς συναριθμουμένων. καὶ τὸ πάθος ἐπράχθη πεντεκαιδεκάτῃ Ξανθικοῦ μηνός. Οἱ δὲ…
Flavius Josephus, Jewish War
-
…εἶναι. ὁ δὲ Ἀράξης ποταμὸς ῥέει μὲν ἐκ Ματιηνῶν, ὅθεν περ ὁ Γύνδης τὸν ἐς τὰς διώρυχας τὰς ἑξήκοντά τε καὶ τριηκοσίας διέλαβε ὁ Κῦρος, στόμασι δὲ ἐξερεύγεται τεσσεράκοντα, τῶν τὰ πάντα πλὴν ἑνὸς ἐς ἕλεά τε…
Herodotus, The Histories
-
…τὰ δὲ μακρὰ τείχη πρὸς τὸν Πειραιᾶ τεσσαράκοντα σταδίων, ὧν τὸ ἔξωθεν ἐτηρεῖτο · καὶ τοῦ Πειραιῶς ξὺν Μουνιχίᾳ ἑξήκοντα μὲν σταδίων ὁ ἅπας περίβολος, τὸ δʼ ἐν φυλακῇ ὂν ἥμισυ τούτου. ἱππέας δὲ ἀπέφαινε διακοσίους καὶ χιλίους…
Thucydides, The Peloponnesian War
-
…καὶ ἡ φυγὴ αὐτῷ ἐγένετο ἐκ Σπάρτης δόξαντι χρήμασι πεισθῆναι τὴν ἀναχώρησιν · ἐπειδὴ δὲ περὶ Ἀχαρνὰς εἶδον τὸν στρατὸν ἑξήκοντα σταδίους τῆς πόλεως ἀπέχοντα, οὐκέτι ἀνασχετὸν ἐποιοῦντο, ἀλλʼ αὐτοῖς, ὡς εἰκός, γῆς τεμνομένης ἐν τῷ ἐμφανεῖ…
Thucydides, The Peloponnesian War
-
…γῆν προσενεχθέντων, τῶν δὲ Πελοποννησίων Λακωνικαὶ μὲν ἐννέα, πασῶν οὐσῶν δέκα, τῶν δʼ ἄλλων συμμάχων πλείους ἢ ἑξήκοντα. ἔδοξε δὲ καὶ τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἑπτὰ μὲν καὶ τετταράκοντα ναυσὶ Θηραμένην τε καὶ Θρασύβουλον τριηράρχους ὄντας καὶ…
Xenophon, Hellenica