Ἰήσων
- (ποιμὴν λαῶν).
- The Argonaut, father by Hypsipyle of Euneus Il. 7.469, Il. 21.41: Od. 12.72.
-
…. νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν. χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. ἔνθεν οἰνίζοντο κάρη κομόωντες…
Homer, Iliad
-
…ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν, Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων Φιλλυρίδης · μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο .…
Hesiod, Theogony
-
…πλέουσα. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων. οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη · τὸ…
Homer, Odyssey
-
…δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε · κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην ·…
Homer, Iliad
-
…κακὸν οἶτον ἀλύξας, ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών · νιφετῷ δʼ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ…
Apollonius Rhodius, Argonautica
-
…δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο · αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν τεινάμεναι ἑανοὺς εὐώδεας .…
Apollonius Rhodius, Argonautica
-
…εἰσιν, ἕκαστά γε μυθησαίμην. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν, κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. ἄμφω γὰρ Κρηθεὺς…
Apollonius Rhodius, Argonautica
-
…οἱ ἔνερθεν ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. · εἵλκετο δʼ ἤδη πείσματα, καὶ μέθυ λεῖβον ὕπερθʼ ἁλός. αὐτὰρ Ἰήσων δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματʼ ἔνεικεν. οἱ δʼ, ὥστʼ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ ἤ που ἐν…
Apollonius Rhodius, Argonautica
-
…πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. γήθησαν δʼ ἥρωες · ὁ δʼ ἐσσυμένως ἐβεβήκει Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε · Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν εἴ…
Apollonius Rhodius, Argonautica
-
…ἐν τοῖσι βράχεσι γενέσθαι λίμνης τῆς Τριτωνίδος. καί οἱ ἀπορέοντι τὴν ἐξαγωγὴν λόγος ἐστὶ φανῆναι Τρίτωνα καὶ κελεύειν τὸν Ἰήσονα ἑωυτῷ δοῦναι τὸν τρίποδα, φάμενόν σφι καὶ τὸν πόρον δέξειν καὶ ἀπήμονας ἀποστελέειν. πειθομένου δὲ τοῦ Ἰήσονος ,…
Herodotus, The Histories