ὑποχείριος
ὑποχείριος, under the hand, in hand
- under the hand, in hand, χρυσὸν ὅτις χʼ ὑποχείριος ἔλθῃ Od. 15.448, cf. Anon. ap. Suid., and v. πρόχειρος.
- 2 mostly of persons, under any oneʼs hand or control, under command, subject, τισι Hdt. 6.33, 44; ὑ. εἶναι, γενέσθαι τισί, ib. 119, A. Supp. 392 (lyr.), X. An. 3.2.3, Pl. Lg. 683d; ὑποχειρίους ποιέεσθαί τινας make subject, bring into subjection, Hdt. 1.106; ὑποχειρίας παρέξειν τὰς Ἀθήνας Id. 5.91; ὅταν δʼ ὑποχείριος ἔλθῃ Thgn. 363; λαβεῖν τινα ὑποχείριον to get into oneʼs power, E. Andr. 736, Lys. 4.5, etc.; ὑ. ἔχειν τινάς Th. 3.11, etc.; τὰ ὑ. τέκνα POxy. 1642.5 (iii A. D.); ὑ. τὸν ἵππον ἔχειν keep him ‘well in hand’, X. Eq. 8.12; τὴν χώραν ὑ. τοῖς πολεμίοις παραδόντα Lycurg. 8, cf. X. Cyr. 5.3.13; ὑ. τοῖς ἰητροῖς in the power of . ., Hp. Medic. 1; of wild birds, ὑ. ποιήσασθαι keep them in captivity, Pl. Tht. 197c; ὑ. τὰς ἐπιστήμας ἔχει ib. 198a.
[ὑπο- 4 + χείρ.]
Under one’s hand : χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ (as much as I can lay my hands upon) Od. 15.448.
- 1under the hand, in hand, Od.
- 2of persons, under any oneʼs hand, under command, subject, τινι Hdt., etc.; λαβεῖν τινα ὑποχείριον to get into oneʼs power, Eur.; ἔχειν τινὰ ὑπ. Thuc.
-
…ἑνὶ λόγῳ, σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι. ζῴης μοι καθύπερθεν χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον νῦν ὑπόχειρ ναίεις · ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν…
Sophocles, Electra
-
…τῶν περ καὶ πρότερον, καὶ τήν τε Νίνον εἷλον ὡς δὲ εἷλον ἐν ἑτέροισι λόγοισι δηλώσω καὶ τοὺς Ἀσσυρίους ὑποχειρίους ἐποιήσαντο πλὴν τῆς Βαβυλωνίης μοίρης. μετὰ δὲ ταῦτα Κυαξάρης μέν, βασιλεύσας τεσσεράκοντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξαν ,…
Herodotus, The Histories
-
…νηῦς πλείη βιότοιο γένηται, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω · οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ · καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην. παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω ,…
Homer, Odyssey
-
…σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ. μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι μῆχαρ ὁρίζομαι γάμου δύσφρονος φυγάν · ξύμμαχον δʼ ἑλόμενος δίκαν κρῖνε σέβας τὸ πρὸς…
Aeschylus, Suppliant Women
-
…χειρὶ διʼ αὑτοῦ πᾶν ἐλάσας τὸ ξίφος πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες οὐδὲν ἔχον ψυχὴν ὑποχείριον ἐξ αὑτῶν Ῥωμαίοις καταλιπεῖν, ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καὶ συγγενὴς ἑτέρα τις Ἐλεαζάρου, φρονήσει καὶ παιδείᾳ πλεῖστον γυναικῶν…
Flavius Josephus, Jewish War
-
…τὰ δέ οἱ παρέσχε τε πόνον πλεῖστον καὶ ἀξιαπηγητότατά ἐστι, τούτων ἐπιμνήσομαι. Κῦρος ἐπείτε τὰ πάντα τῆς ἠπείρου ὑποχείρια ἐποιήσατο, Ἀσσυρίοισι ἐπετίθετο. τῆς δὲ Ἀσσυρίης ἐστὶ μέν κου καὶ ἄλλα πολίσματα μεγάλα πολλά, τὸ δὲ ὀνομαστότατον…
Herodotus, The Histories
-
…τοῦ τοιούτου βίου σφοδροτέραν τοῦ δέοντος ἐπιθυμίαν εἰς ἔχθραν πολλοῖς καὶ δυνατοῖς καταστάντες ἢ πάμπαν διώλεσαν ἢ δούλας αὖ καὶ ὑποχειρίους τοῖς ἐχθροῖς ὑπέθεσαν τὰς αὑτῶν πατρίδας ; ἔστι καὶ ταῦτα. πῶς οὖν μὴ φῶμεν ἐν τούτοις ἀμφότερα ταῦτα τὰ…
Plato, Statesman
-
…. τρόπον δέ γʼ ἄλλον οὐδεμίαν ἔχειν, ἀλλὰ δύναμιν μὲν αὐτῷ περὶ αὐτὰς παραγεγονέναι, ἐπειδὴ ἐν οἰκείῳ περιβόλῳ ὑποχειρίους ἐποιήσατο, λαβεῖν καὶ σχεῖν ἐπειδὰν βούληται, θηρευσαμένῳ ἣν ἂν ἀεὶ ἐθέλῃ, καὶ πάλιν ἀφιέναι, καὶ τοῦτο…
Plato, Theaetetus
-
…γενώμεθα δὴ ταῖς διανοίαις ἐν τῷ τότε χρόνῳ, ὅτε Λακεδαίμων μὲν καὶ Ἄργος καὶ Μεσσήνη καὶ τὰ μετὰ τούτων ὑποχείρια τοῖς προγόνοις ὑμῶν, ὦ Μέγιλλε, ἱκανῶς ἐγεγόνει · τὸ δὲ δὴ μετὰ τοῦτο ἔδοξεν αὐτοῖς, ὥς γε…
Plato, Laws
-
…πολλάκις μὲν ἐστρατήγησε, πολλοὺς δὲ καὶ ἄλλους κινδύνους μεθʼ ὑμῶν ἐκινδύνευσε · καὶ οὔτε τοῖς πολεμίοις τὸ ἐκείνου σῶμα ὑποχείριον ἐγένετο, οὔτε τοῖς πολίταις οὐδεμίαν πώποτε ὦφλεν εὐθύνην, ἔτη δὲ γεγονὼς ἑπτὰ καὶ ἑξήκοντα ἐν ὀλιγαρχίᾳ διʼ εὔνοιαν…
Lysias, Speeches