Μωυσῆς
Μωυσῆς, Moses
Could not find Μωυσῆ in Logeion dictionaries.
Μωυσῆ Proper-name noun: masculine vocative singular of Μωυσῆς
Strong 3475 (KJV)
Moses: Mt 8:4 17:3, 4, al.; νόμος Μωυσέως, Lk 2:22 24:44, Jo 7:23, Ac 13:39 15:5 28:23, I Co 9:9, He 10:28; by meton., of the books of Moses, Lk 16:29 24:27, Ac 15:21, II Co 3:15.
-
…. ὅτι δʼ οὐκ ἀνεμίχθησαν ἡμῖν ὕστερον τῶν Αἰγυπτίων οἱ τὰ σώματα λελωβημένοι, καὶ ὅτι ἐκ τούτων οὐκ ἦν Μωυσῆς ὁ τὸν λαὸν ἀγαγών, ἀλλὰ πολλαῖς ἐγεγόνει γενεαῖς πρότερον, ταῦτα πειράσομαι διὰ τῶν ὑπʼ αὐτοῦ λεγομένων ἐλέγχειν .…
Flavius Josephus, Against Apion
-
…ἡμέραις πίδαξιν ὀλίγαις ἐντυγχάνοντες καὶ τότε παντάπασιν ἄνυδρον εὑρόντες τὴν γῆν, ἐν κακοῖς ἦσαν καὶ πάλιν διʼ ὀργῆς τὸν Μωυσῆν ἐποιοῦντο. ὁ δὲ τὴν ὁρμὴν τοῦ πλήθους πρὸς μικρὸν ἐκκλίνας ἐπὶ λιτὰς τρέπεται τοῦ θεοῦ παρακαλῶν ὡς τροφὴν ἔδωκεν…
Flavius Josephus, Antiquities of the Jews
-
…τῆς Λευίτιδος φυλῆς τὴν τιμὴν ὁ θεός τινι παρασχεῖν ἔκρινεν, ἐγὼ ταύτης δικαιότερος τυγχάνειν γένει μὲν ὁ αὐτὸς ὢν Μωυσεῖ, πλούτῳ δὲ καὶ ἡλικίᾳ διαφέρων · εἰ δὲ τῇ πρεσβυτάτῃ τῶν φυλῶν, εἰκότως ἂν ἡ Ῥουβήλου τὴν τιμὴν…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι ; καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί · ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ…
NA, New Testament
-
…γὰρ οὐκ ἐτόλμων ἀπαντᾶν οἱ πολέμιοι, συνέτυχέ τι τοιοῦτον. Θάρβις θυγάτηρ ἦν τοῦ Αἰθιόπων βασιλέως. αὕτη τὸν Μωυσῆν πλησίον τοῖς τείχεσι προσάγοντα τὴν στρατιὰν καὶ μαχόμενον γενναίως ἀποσκοποῦσα καὶ τῆς ἐπινοίας τῶν ἐγχειρήσεων θαυμάζουσα, καὶ τοῖς τε…
Flavius Josephus, Antiquities of the Jews
-
…ἁγνείαν καὶ ἀπὸ συνουσίας τῆς γυναικῶν ἡμέρας τρεῖς, καθὼς ἐκεῖνος αὐτοῖς προεῖπε, καὶ παρακαλοῦντες τὸν θεὸν εὐμενῆ συμβάλλοντα Μωυσεῖ δοῦναι δωρεάν, ὑφʼ ἧς εὖ βιώσονται. ταῖς τʼ οὖν διαίταις ἐχρῶντο πολυτελεστέραις καὶ τῷ κόσμῳ γυναιξὶν ὁμοῦ καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…. καὶ Ῥαγουῆλος πολλὰ μὲν ἐγκώμια τοῦ πλήθους ἐπὶ τῇ πρὸς τὸν Μωυσῆν εὐχαριστίᾳ διεξῄει, ἐθαύμαζε δὲ καὶ τὸν Μωυσῆν τῆς ἐπὶ σωτηρίᾳ τῶν φίλων ἀνδραγαθίας. Τῇ δʼ ὑστεραίᾳ θεασάμενος ὁ Ῥαγουῆλος τὸν Μωυσῆν ἐν ὄχλῳ πραγμάτων ὄντα ·…
Flavius Josephus, Antiquities of the Jews
-
…ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα · οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωυσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ…
NA, New Testament
-
…ὑπολιπεῖν ἐν τῇ κατακεκληρωμένῃ γῇ · τὴν γὰρ ἀσφάλειαν αὐτοῖς καὶ τὴν φυλακὴν τῶν πατρίων ἐθῶν ἐν μόνῳ τούτῳ καὶ Μωυσῆν αὐτοῖς εἶναι προειπεῖν καὶ τοῦτʼ αὐτοὺς πεπεῖσθαι. καὶ τοῖς Λευίταις δὲ τὰς ὀκτὼ καὶ τριάκοντα πόλεις ἀποδιδόναι · προειλήφεισαν…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ τῆς ἐπὶ τροφῇ χάριτος ποτοῦ μὴ παρόντος. ὁ δʼ οὐκ εἰς μακρὰν τὴν δωρεὰν ἀνεβάλλετο, τῷ δὲ Μωυσεῖ παρέξειν ὑπισχνεῖται πηγὴν καὶ πλῆθος ὕδατος ὅθεν οὐ προσδοκήσειαν, καὶ κελεύει τῷ βάκτρῳ πλήξαντα τὴν πέτραν, ἣν ἑώρων…
Flavius Josephus, Antiquities of the Jews