μέντοι
μέντοι, μέντοι, (postpositive) however (stronger adversative than δή or ἀλλά)
- v. μέν B ΙΙ.4.
1. als verbindingspartik., gaat in tegen een verwachting of stelt die bij: echter, maar toch, maar niettemin:
2. in antw., benadrukt de overtuiging van de spreker: reken maar, zeker, inderdaad:
-
…Σαλαμίνιον ἵνα ἀποθάνοι, οἷα δὴ καὶ ἄλλοις ἐκεῖνοι πολλοῖς πολλὰ προσέταττον, βουλόμενοι ὡς πλείστους ἀναπλῆσαι αἰτιῶν. τότε μέντοι ἐγὼ οὐ λόγῳ ἀλλʼ ἔργῳ αὖ ἐνεδειξάμην ὅτι ἐμοὶ θανάτου μὲν μέλει, εἰ μὴ ἀγροικότερον ἦν εἰπεῖν, οὐδʼ…
Plato, Apology
-
…τελευτᾶν. ἀλλʼ, ὦ Κρίτων, τύχῃ ἀγαθῇ, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ ἔστω · οὐ μέντοι οἶμαι ἥξειν αὐτὸ τήμερον. πόθεν τοῦτο τεκμαίρῃ ; ἐγώ σοι ἐρῶ. τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνῄσκειν…
Plato, Crito
-
…σέ τοῦτο λέγω, οἰόμενος οὕτω τὸν λόγον βέλτιστʼ ἂν ἐλέγχεσθαι, εἴ τις τὸ εἴ ἀφέλοι αὐτοῦ. ἀλλὰ μέντοι, ἦ δʼ ὅς, προσέοικέν τι δικαιοσύνη ὁσιότητι · καὶ γὰρ ὁτιοῦν ὁτῳοῦν ἁμῇ γέ πῃ προσέοικεν. τὸ…
Plato, Protagoras
-
…; ἀγανακτήσαιμʼ ἂν ἔγωγʼ, ἔφην, τῷ ἐρωτήματι, καὶ εἴποιμʼ ἄν · εὐφήμει, ὦ ἄνθρωπε · σχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή γε ἡ ὁσιότης ὅσιον ἔσται. τί δὲ σύ ; οὐχ οὕτως…
Plato, Protagoras
-
…. ἔοικεν οὖν ἡ δικαιοσύνη καὶ κατὰ σὲ καὶ καθʼ Ὅμηρον καὶ κατὰ Σιμωνίδην κλεπτική τις εἶναι, ἐπʼ ὠφελίᾳ μέντοι τῶν φίλων καὶ ἐπὶ βλάβῃ τῶν ἐχθρῶν. οὐχ οὕτως ἔλεγες ; οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ…
Plato, Republic
-
…πεποίηκεν τό τε ὄνομα καὶ τὴν διαβολήν. ἀκούετε δή. καὶ ἴσως μὲν δόξω τισὶν ὑμῶν παίζειν · εὖ μέντοι ἴστε, πᾶσαν ὑμῖν τὴν ἀλήθειαν ἐρῶ. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ οὐδὲν ἀλλʼ ἢ διὰ…
Plato, Apology
-
…ἄλλο δή τι ἢ τὸ τοιοῦτον, ὡς ἔοικεν, λέγει Σιμωνίδης τὸ τὰ ὀφειλόμενα δίκαιον εἶναι ἀποδιδόναι. ἄλλο μέντοι νὴ Δίʼ, ἔφη · τοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν…
Plato, Republic
-
…καίτοι οὐ ταύτῃ τῇ διανοίᾳ κατεψηφίζοντό μου καὶ κατηγόρουν, ἀλλʼ οἰόμενοι βλάπτειν · τοῦτο αὐτοῖς ἄξιον μέμφεσθαι. τοσόνδε μέντοι αὐτῶν δέομαι · τοὺς ὑεῖς μου, ἐπειδὰν ἡβήσωσι, τιμωρήσασθε, ὦ ἄνδρες, ταὐτὰ ταῦτα λυποῦντες ἅπερ ἐγὼ…
Plato, Apology
-
…γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι. καὶ μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι · ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου…
Plato, Apology
-
…τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες. καλὴ μὲν οὖν μοι καὶ ἡ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον. προσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ. κατιδὼν οὖν πόρρωθεν…
Plato, Republic