Μένων
Μένων, Meno
- Trojan.
- killed by Leonteus
- Il. 12.193.
-
…ἕνα παρασάγγας ὀκτὼ εἰς Κολοσσάς, πόλιν οἰκουμένην καὶ εὐδαίμονα καὶ μεγάλην. ἐνταῦθα ἔμεινεν ἡμέρας ἑπτά · καὶ ἧκε Μένων ὁ Θετταλὸς ὁπλίτας ἔχων χιλίους καὶ πελταστὰς πεντακοσίους, Δόλοπας καὶ Αἰνιᾶνας καὶ Ὀλυνθίους. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας…
Xenophon, Anabasis
-
…τῷ πεδίῳ. τῇ δʼ ὑστεραίᾳ ἧκεν ἄγγελος λέγων ὅτι λελοιπὼς εἴη Συέννεσις τὰ ἄκρα, ἐπεὶ ᾔσθετο ὅτι τὸ Μένωνος στράτευμα ἤδη ἐν Κιλικίᾳ ἦν εἴσω τῶν ὀρέων, καὶ ὅτι τριήρεις ἤκουε περιπλεούσας ἀπʼ Ἰωνίας εἰς Κιλικίαν Ταμὼν ἔχοντα…
Xenophon, Anabasis
-
…Κύρου πέντε ἡμέραις εἰς Ταρσοὺς ἀφίκετο · ἐν δὲ τῇ ὑπερβολῇ τῶν ὀρέων τῇ εἰς τὸ πεδίον δύο λόχοι τοῦ Μένωνος στρατεύματος ἀπώλοντο · οἱ μὲν ἔφασαν ἁρπάζοντάς τι κατακοπῆναι ὑπὸ τῶν Κιλίκων, οἱ δὲ ὑπολειφθέντας καὶ οὐ δυναμένους εὑρεῖν…
Xenophon, Anabasis
-
…πολεμίαν οὖσαν. ἐντεῦθεν Κῦρος τὴν Κίλισσαν εἰς τὴν Κιλικίαν ἀποπέμπει τὴν ταχίστην ὁδόν · καὶ συνέπεμψεν αὐτῇ στρατιώτας οὓς Μένων εἶχε καὶ αὐτόν. Κῦρος δὲ μετὰ τῶν ἄλλων ἐξελαύνει διὰ Καππαδοκίας σταθμοὺς τέτταρας παρασάγγας εἴκοσι καὶ πέντε πρὸς Δάναν…
Xenophon, Anabasis
-
…ταχθῆναι καὶ στῆναι, συντάξαι δʼ ἕκαστον τοὺς ἑαυτοῦ. ἐτάχθησαν οὖν ἐπὶ τεττάρων · εἶχε δὲ τὸ μὲν δεξιὸν Μένων καὶ οἱ σὺν αὐτῷ, τὸ δὲ εὐώνυμον Κλέαρχος καὶ οἱ ἐκείνου, τὸ δὲ μέσον οἱ ἄλλοι στρατηγοί .…
Xenophon, Anabasis
-
…ξίφος ὀξὺ Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην · ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη · αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα, τόφρʼ οἳ…
Homer, Iliad
-
…Φεραῖοι. ἡγοῦντο δὲ αὐτῶν ἐκ μὲν Λαρίσης Πολυμήδης καὶ Ἀριστόνους, ἀπὸ τῆς στάσεως ἑκάτερος, ἐκ δὲ Φαρσάλου Μένων · ἦσαν δὲ καὶ τῶν ἄλλων κατὰ πόλεις ἄρχοντες. οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ οὐκ ἐπεξῇσαν αὐτοῖς οἱ Ἀθηναῖοι…
Thucydides, The Peloponnesian War
-
…οὐκ ἐνέτυχες ὅτε ἐνθάδε ἦν ; ἔγωγε. εἶτα οὐκ ἐδόκει σοι εἰδέναι ; οὐ πάνυ εἰμὶ μνήμων, ὦ Μένων, ὥστε οὐκ ἔχω εἰπεῖν ἐν τῷ παρόντι πῶς μοι τότε ἔδοξεν. ἀλλʼ ἴσως ἐκεῖνός τε οἶδε, καὶ…
Plato, Meno
-
…, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ κακία. πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, ὦ Μένων, εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ κείμενον. ἀτάρ, ὦ Μένων, κατὰ ταύτην…
Plato, Meno
-
…οὑτωσὶ ἔχει περὶ παντός · εἴ τίς σε ἀνέροιτο τοῦτο ὃ νυνδὴ ἐγὼ ἔλεγον, τί ἐστιν σχῆμα, ὦ Μένων ; εἰ αὐτῷ εἶπες ὅτι στρογγυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ, πότερον σχῆμα ἡ στρογγυλότης ἐστὶν ἢ σχῆμά…
Plato, Meno