Μοῦσα
Μοῦσα, the Muse
Could not find μούσας in Logeion dictionaries.
μούσας Proper-name noun: feminine accusative plural, Proper-name noun: feminine genitive singular of Μοῦσα
- Muse, Ὀλυμπιάδες Μ., Διὸς αἰγιόχοιο θυγατέρες Il. 2.491, cf. Hes. Th. 25, etc.; nine in number, first in Od. 24.60; named in Hes. Th. 75 sqq.
- II μοῦσα, as Appellat., music, song, μ. στυγερά A. Eu. 308 (anap.); εὔφαμος Id. Supp. 695 (lyr.); καναχὰν . . θείας ἀντίλυρον μούσας S. Tr. 643 (lyr.); Αἰακῷ μοῖσαν φέρειν Pi. N. 3.28; τίς ἥδε μοῦσα; what strain is this ? E. Ion 757; ἄλυρος μ. Id. Ph. 1028 (lyr.); διὰ μούσας ᾖξα Id. Alc. 962 (lyr.): in Prose, ᾄδειν ἀδόκιμον μ. Pl. Lg. 829d: in pl., μοῦσαι Σφιγγός, of the Sphinxʼs riddle, E. Ph. 50; esp. liberal arts, accomplishments, τὰς μούσας ἀφανίζων Ar. Nu. 972; ἀπαίδευτον τῶν περὶ τὰς νυμφικὰς μ. Pl. Lg. 775b: also in sg., τῆς ἀληθινῆς μ. ἠμεληκέναι Id. R. 548b; κοινωνεῖν μούσης ib. 411c.
- 2 αὕτη ἡ Σωκράτους μ. that was Socratesʼs way, Gal. UP 1.9.
pl. αἱ Μοῦσαι. The nine Muses, the goddesses of song and poetry Il. 1.604, Il. 2.484= Il. 11.218= Il. 14.508 = Il. 16.112, Il. 2.491, 594, 598 : Od. 24.60.
In sing., the Muse Il. 2.761 : Od. 1.1, Od. 8.63, 73, 481, 488, Od. 24.62.
- Ithe Muse, in pl. the Muses, goddesses of song, music, poetry, dancing, the drama, and all fine arts, Hom.: the names of the nine were Clio, Euterpe, Thalia, Melpomene, Terpsichore, Erato, Polymnia or Polyhymnia, Urania, and Calliope, Hes.,
- IIμοῦσα, as appellat., music, song, Pind., Trag.:—also eloquence, Eur.:—in pl. arts, accomplishments, Ar., Plat.
-
…, στὰν δʼ ἀντίοι · ἐν δʼ Ἀγαμέμνων πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. Ἰφιδάμας Ἀντηνορίδης ἠΰς…
Homer, Iliad
-
…πανώρῳ. πρόνομα δὲ βότʼ ἀγροῖς πολύγονα τελέθοι · τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν. εὔφαμον δʼ ἐπὶ βωμοῖς μοῦσαν θείατʼ ἀοιδοί. ἁγνῶν τʼ ἐκ στομάτων φερέ σθω φάμα φιλοφόρμιγξ. φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς τὸ δάμιον, τὸ…
Aeschylus, Suppliant Women
-
…. αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο .…
Hesiod, Theogony
-
…μιν προσπτύξομαι ἀχνύμενός περ · πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν ἥρῳ Δημοδόκῳ ·…
Homer, Odyssey
-
…ἁγνὸς Ὄλυμπος · ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο ἀθανάτων ἐν ἀγῶνι · θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι. ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος · πολλοί…
Hesiod, Shield of Heracles
-
…ἢ κορυφαῖς Κωρυκίαις ; τάχα δʼ ἐν ταῖς πολυδένδρεσ σιν Ὀλύμπου θαλάμαις, ἔν θα ποτʼ Ὀρφεὺς κιθαρίζων σύναγεν δένδρεα μούσαις, σύναγεν θῆρας ἀγρώτας. μάκαρ ὦ Πιερία, σέβεταί σʼ Εὔιος, ἥξει τε χορεύσων ἅμα βακχεύ μασι ,…
Euripides, Bacchae
-
…Μητέρα μοι πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο, ᾗ κροτάλων τυπάνων τʼ ἰαχὴ σύν τε βρόμος αὐλῶν εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν…
NA, Homeric Hymns
-
…μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι, δεῦτε Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι · ὅν τε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε…
Hesiod, Works and Days
-
…οἱ ἀπὸ στόματος ῥέει αὐδή. εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν, αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι…
Hesiod, Theogony
-
…κοάξ · οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ. εἰκότως γʼ ὦ πολλὰ πράττων. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων · προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων, ἕνεκα δόνακος, ὃν ὑπολύριον ἔνυδρον ἐν…
Aristophanes, Frogs