Βρεντέσιον
Βρεντέσιον, Brundisium, Brindisi
Brentesion
-
…. Οἱ μὲν δὴ μετὰ τῶν ὑπάτων διεπεπλεύκεσαν ἐς τὸ Δυρράχιον, ὁ δὲ Πομπήιος τὸν ὑπόλοιπον στρατὸν ἐς τὸ Βρεντέσιον ἀγαγὼν τάς τε ναῦς ἀνέμενεν ἐπανελθεῖν, αἳ τοὺς ὑπάτους διέφερον, καὶ τὸν Καίσαρα ἐπελθόντα ἀπὸ τῶν τειχῶν ἠμύνετο…
Appian, The Civil Wars
-
…χρήστας τοῖς δανείσασιν ἀντὶ τῶν χρημάτων διδόναι. καὶ τάδε πράξας περὶ χειμερίους τροπὰς περιέπεμπε τὸν στρατὸν ἀπαντᾶν ἐς τὸ Βρεντέσιον αὐτός τε ἐξῄει Δεκεμβρίου μηνὸς Ῥωμαίοις ὄντος, οὐκ ἀναμείνας οὐδὲ τῆς ἀρχῆς ἕνεκα τὴν νουμηνίαν τοῦ ἔτους πλησιάζουσαν .…
Appian, The Civil Wars
-
…τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὑτούς. μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων ·…
Polybius, Histories
-
…ἐπέπεσε τοῖς χιλίοις καὶ πεντακοσίοις εὐναζομένοις ἔτι περὶ πόλιν Ὑρίαν καὶ ἐκπλήξας ἀμαχεὶ παρέλαβέ τε καὶ αὐτῆς ἡμέρας ἐς τὸ Βρεντέσιον ἐπανήγαγεν. οὕτω τὸν Ἀντώνιον ὡς ἄμαχον ἐκ τῆς ἐν Φιλίπποις δόξης ἔτι κατεπεπλήγεσαν. Αἵ τε στρατηγίδες αὐτοῦ τάξεις…
Appian, The Civil Wars
-
…κτίσμα Κρητῶν τῶν πλανηθέντων ἐκ τοῦ Μίνω στόλου τοῦ εἰς Σικελίαν, ἤτοι ταύτην δεῖ δέχεσθαι ἢ τὸ Ὀυερητόν. Βρεντέσιον δʼ ἐποικῆσαι μὲν λέγονται Κρῆτες οἱ μετὰ Θησέως ἐπελθόντες ἐκ Κνωσσοῦ, εἴθʼ οἱ ἐκ τῆς Σικελίας ἀπηρκότες μετὰ τοῦ…
Strabo, Geography
-
…ἐπινικίων ἐδεδίει γὰρ ὄντας ἐπὶ τοῦ πορθμοῦ μάλιστα, καλοῦντος δʼ αὐτὸν Ἀντωνίου κατὰ σπουδὴν διέπλει πρὸς αὐτὸν ἐς τὸ Βρεντέσιον, ἐν ἀριστερᾷ ἔχων Σικελίαν καὶ Πομπήιον καὶ Σικελίαν ὑπερθέμενος ἐν τῷ τότε. Μοῦρκος δὲ ἐπιόντος τοῦ Καίσαρος ,…
Appian, The Civil Wars
-
…καλῶσιν. Αὐτὸς δʼ ὁ Πομπήιος τῶν ἀμφʼ αὑτὸν ἤδη τελῶν τὰ μὲν ἔδωκε τοῖς ὑπάτοις προαπάγειν ἐς Ἤπειρον ἐκ Βρεντεσίου, καὶ διέπλευσαν οἵδε αὐτίκα ἀσφαλῶς ἐς Δυρράχιον · ἣν Ἐπίδαμνόν τινες εἶναι νομίζουσι διὰ τοιάνδε ἄγνοιαν. βασιλεὺς τῶν…
Appian, The Civil Wars
-
…ἀδοκήτῳ μάλιστα ἐκπλήξειν τοὺς πολεμίους. οὔτε δὲ ἀγορὰν οὔτε παρασκευὴν οὔτε τὸν στρατὸν τὸν ἑαυτοῦ πάντα ἠθροισμένον ἐν τῷ Βρεντεσίῳ καταλαβών, τοὺς παρόντας ὅμως ἐς ἐκκλησίαν συναγαγὼν ἔλεγεν · Οὔτε τῆς ὥρας τὸ χειμέριον, ὦ ἄνδρες, οἳ…
Appian, The Civil Wars
-
…, αὐτὸς δʼ ἅπαντας ἐπέπλει. καὶ τὰ ἐς δύσιν πρῶτα ἡμέραις τεσσαράκοντα ἐπιδὼν ἐς Ῥώμην παρῆλθεν. ὅθεν ἐς Βρεντέσιον, καὶ ἐκ Βρεντεσίου τοσῷδε διαστήματι τὴν ἕω περιπλεύσας, ἐξέπληξεν ἅπαντας τάχει τε ἐπίπλου καὶ μεγέθει παρασκευῆς καὶ φόβῳ…
Appian, The Mithridatic Wars
-
…ἐπέπλει. καὶ τὰ ἐς δύσιν πρῶτα ἡμέραις τεσσαράκοντα ἐπιδὼν ἐς Ῥώμην παρῆλθεν. ὅθεν ἐς Βρεντέσιον, καὶ ἐκ Βρεντεσίου τοσῷδε διαστήματι τὴν ἕω περιπλεύσας, ἐξέπληξεν ἅπαντας τάχει τε ἐπίπλου καὶ μεγέθει παρασκευῆς καὶ φόβῳ δόξης, ὥστε τοὺς…
Appian, The Mithridatic Wars