Εὔριπος
Εὔριπος, Euripos, the strait between Euoea and Boeotia, where the currents are strong
- 1Εὐρίπου τε συνέτεινε χῶρον[ Pae. 9.49
-
…Μακίστου σκοπαῖς · ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ νικώμενος παρῆκεν ἀγγέλου μέρος · ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς…
Aeschylus, Agamemnon
-
…στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ · τό τοι οὐχ ἅδε θυμῷ τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον, βῆς ἀνʼ ὄρος ζάθεον, χλωρόν · τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ ἐς Μυκαλησσὸν ἰὼν…
NA, Homeric Hymns
-
…τριάκοντα γενόμενος ἐν δυνάμει κακῶς ἐποίησα πολλοὺς τῶν πολιτῶν ; ἀλλὰ μετὰ τοῦ ὑμετέρου πλήθους ἔφυγον εἰς Χαλκίδα τὴν ἐπʼ Εὐρίπῳ, καὶ ἐξόν μοι μετʼ ἐκείνων ἀδεῶς πολιτεύεσθαι, μεθʼ ὑμῶν εἱλόμην κινδυνεύειν ἀπελθών. μὴ τοίνυν, ὦ βουλή…
Lysias, Speeches
-
…ὅτι οὔτε τῶν πραγμάτων οὐδενὸς οὐδὲν ὑγιὲς οὐδὲ βέβαιον οὔτε τῶν λόγων, ἀλλὰ πάντα τὰ ὄντα ἀτεχνῶς ὥσπερ ἐν Εὐρίπῳ ἄνω κάτω στρέφεται καὶ χρόνον οὐδένα ἐν οὐδενὶ μένει. πάνυ μὲν οὖν, ἔφην ἐγώ, ἀληθῆ λέγεις .…
Plato, Phaedo
-
…τούτου ἀκλεῶς, ἐνθαῦτα Ἀθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα στρατηίην ποιεῦνται ἐπὶ Χαλκιδέας. Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον. Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς Βοιωτοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν. συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι…
Herodotus, The Histories
-
…ὄλβιος ἐς τέλος οὐδεὶς οὐδʼ εὐδαίμων · οὔπω γὰρ ἔφυ τις ἄλυπος. ἔμολον ἀμφὶ παρακτίαν ψάμαθον Αὐλίδος ἐναλίας, Εὐρίπου διὰ χευμάτων κέλσασα στενοπόρθμων, Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ, ἀγχιάλων ὑδάτων τροφὸν τᾶς κλεινᾶς Ἀρεθούσας, Ἀχαιῶν στρατιὰν ὡς…
Euripides, Iphigenia in Aulis
-
…ὡς ἔθος ἐστὶ Ῥωμαίοις, αὐτὸς ἐνέπρησε τοῖς ἐνυαλίοις θεοῖς, ἀναπαύσας δὲ τὴν στρατιὰν ἐπʼ ὀλίγον, ἐς τὸν Εὔριπον σὺν εὐζώνοις ἐπὶ τὸν Ἀρχέλαον ἠπείγετο. Ῥωμαίων δὲ ναῦς οὐκ ἐχόντων, ἀδεῶς τὰς νήσους περιέπλει τὰ παράλια πορθῶν…
Appian, The Mithridatic Wars
-
…τε τὴν Τάναγραν ἀπεβίβασεν αὐτοὺς καὶ ἁρπαγήν τινα ἐποιήσατο διὰ τάχους καὶ ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀφʼ ἑσπέρας διέπλευσε τὸν Εὔριπον καὶ ἀποβιβάσας ἐς τὴν Βοιωτίαν ἦγεν αὐτοὺς ἐπὶ Μυκαλησσόν. καὶ τὴν μὲν νύκτα λαθὼν πρὸς τῷ Ἑρμαίῳ ηὐλίσατο ἀπέχει…
Thucydides, The Peloponnesian War
-
…Πελοποννήσῳ Κόρινθος καὶ ἡ Κορινθίων ἀκρόπολις ἐτετείχιστο, ἐπὶ δὲ Εὐβοίᾳ καὶ Βοιωτοῖς τε καὶ Φωκεῦσι Χαλκὶς ἡ πρὸς τῷ Εὐρίπῳ, κατὰ δὲ Θεσσαλῶν τε αὐτῶν καὶ τοῦ Αἰτωλῶν ἔθνους Μαγνησίαν τὴν ὑπὸ τὸ Πήλιον κατεῖχεν ὁ Φίλιππος. μάλιστα…
Pausanias, Description of Greece
-
…κατὰ δὲ τὴν Ἀλεξάνδρου διάβασιν καὶ τὸν περίβολον τῆς πόλεως ηὔξησαν, ἐντὸς τείχους λαβόντες τόν τε Κάνηθον καὶ τὸν Εὔριπον, ἐπιστήσαντες τῇ γεφύρᾳ πύργους καὶ πύλας καὶ τεῖχος. ὑπέρκειται δὲ τῆς τῶν Χαλκιδέων πόλεως τὸ Λήλαντον καλούμενον πεδίον…
Strabo, Geography