Κλεώνυμος
Κλεώνυμος, Cleonymus
- 1ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν I. 3.15
-
…ὁ μέντοι Ἀρχίδαμος ἰδὼν μὲν τὸν Κλεώνυμον κλαίοντα συνεδάκρυε παρεστηκώς · ἀκούσας δὲ δεομένου, ἀπεκρίνατο · Ἀλλʼ, ὦ Κλεώνυμε, ἴσθι μὲν ὅτι ἐγὼ τῷ ἐμῷ πατρὶ οὐδʼ ἀντιβλέπειν δύναμαι, ἀλλὰ κἄν τι βούλωμαι διαπράξασθαι ἐν τῇ πόλει…
Xenophon, Hellenica
-
…καὶ ταῦτα πάντα λέγοντες καὶ διισχυριζόμενοι μηδέτερον ἀποφαίνωσι μήθʼ, ὡς ἐγγυτέρω τῷ γένει προσήκουσι μήθʼ ὡς οἰκειότερον ἡμῶν πρὸς Κλεώνυμον διέκειντο, ὑμεῖς ἐνθυμεῖσθε ὅτι ἐκείνου κατηγοροῦσιν, ἀλλʼ οὐχ ὡς δίκαιόν ἐστι τὸ πρᾶγμα διδάσκουσιν ὑμᾶς. ὥσθʼ ὑμεῖς…
Isaeus, Speeches
-
…οἱ περὶ Φερένικον καὶ Σίμωνα καὶ Ποσείδιππον, γράψαι, ὡς ἀληθὲς ἦν, καὶ θεῖναι παρὰ τοῖς ἄρχουσιν ὁμολογοῦντες Κλεώνυμον κατὰ τὴν πρὸς Δεινίαν τὸν ἐπίτροπον αὐτῶν ὀργήν, ὕστερον δὲ ἐπιχειρήσαντα λῦσαι καὶ μεταπεμψάμενον τὸν ἀστυνόμον ἐξαίφνης ; ἀποθανεῖν…
Isaeus, Speeches
-
…Ἀριστοκρίτου. οὗτος προσποιεῖται Κλεόμβροτον θυγατέρα ἔχοντα Λεωνίδου · τοῦτον δὲ οἰκειωσάμενος ἐπῆγε Λεωνίδᾳ καὶ ἄλλα ἐγκλήματα καὶ ὅρκους αὐτὸν Κλεωνύμῳ τῷ πατρὶ ὀμόσαι παῖδα ὄντα ἐπὶ ὀλέθρῳ τῆς Σπάρτης. ἐπαύσθη τε δὴ Λεωνίδας βασιλείας καὶ ἀντʼ αὐτοῦ Κλεόμβροτος ἔσχε…
Pausanias, Description of Greece
-
…πρότερον κατέλαβεν ἡ τελευτή · Κλεομένους δὲ ἀποθανόντος ὕστερον ἐς ἀμφισβήτησιν κατέστη περὶ τῆς ἀρχῆς Ἀρεὺς ὁ Ἀκροτάτου, καὶ Κλεώνυμος ὅτῳ δὴ τρόπῳ μετελθὼν ἐπάγει Πύρρον ἐς τὴν χώραν. Λακεδαιμονίοις δὲ πρὸ μὲν τοῦ ἐν Λεύκτροις οὐδὲν ἐγεγόνει πταῖσμα…
Pausanias, Description of Greece
-
…ἂν εἴη θαυμασιώτατον, εἰ Κηφίσανδρος μὲν ὁ τούτων οἰκεῖος δίκαιον ἡγεῖτο εἶναι μέρος ἕκαστον ἡμῶν ἔχειν τῆς οὐσίας, Κλεώνυμος δʼ ὃς ἦν ἡμῖν οἰκειότατος καὶ ἡμᾶς εἰς τὴν οἰκίαν τὴν αὑτοῦ λαβὼν ἐθεράπευε καὶ ἐπεμελεῖτο τῶν ἡμετέρων ὥσπερ τῶν…
Isaeus, Speeches
-
…ἤρετο, ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε, χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας. εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος. ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ ὁ Κλεώνυμος ; ψυχήν γʼ ἄριστος πλήν γʼ ὅτι οὐκ ἦν ἄρʼ…
Aristophanes, Peace
-
…. τίς ὀνομάξεταί ποθʼ οὗτος ; οὑτοσὶ κατωφαγᾶς. ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος ; πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον ; ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων ; ἦ ʼπὶ τὸν…
Aristophanes, Birds
-
…μὲν Πολύαρχος ὁ πατὴρ ὁ Κλεωνύμου, πάππος δʼ ἡμέτερος, ζῶν ἐτύγχανε καὶ τῶν ἐπιτηδείων ἐνδεὴς ὤν, ἢ Κλεώνυμος ἐτελεύτησε θυγατέρας ἀπορουμένας καταλιπών, ἡμεῖς ἂν διὰ τὴν ἀγχιστείαν καὶ τὸν πάππον γηροτροφεῖν ἠναγκαζόμεθα καὶ τὰς Κλεωνύμου θυγατέρας ἢ…
Isaeus, Speeches
-
…τῆς βασιλείας Κλεώνυμός τε ὁ Κλεομένους καὶ Ἀρεὺς ὁ Ἀκροτάτου. δικάζουσιν οὖν οἱ γέροντες Ἀρεῖ τῷ Ἀκροτάτου καὶ οὐχὶ Κλεωνύμῳ πατρῴαν εἶναι τὴν τιμήν. Κλεωνύμῳ δὲ ἀπελαθέντι τῆς βασιλείας περισσῶς δή τι ὁ θυμὸς ᾤδει, καὶ αὐτὸν οἱ…
Pausanias, Description of Greece